τοῖς μεγίστοις θεοῖς λατρεύοντες καὶ τῆς γλυκείας βιοτῆς καὶ ἐνηδόνου ἀντεχόμενοι, τῆς πᾶσιν ἀνθρώποις παῤ αὐτῶν δεδωρημένης, ἥτις τερπνότητος ὅτι πλείστης καὶ θυμηδίας πεπλήρωται, ἣν οἱ τῶν Γαλιλαίων ἔξαρχοι καὶ μυσταγωγοὶ ἀφρόνως ἀπώσαντο, ὡς καὶ τὸ γλυκὺ τοῦτο φῶς καὶ τὰ τερπνὰ πάντα, ἅπερ εἰς ἀπόλαυσιν ἐχαρίσαντο ἡμῖν οἱ θεοί, ἐλπίδι τινὸς ἑτέρας ἀδήλου ζωῆς ἑτοίμως προΐεσθαι, μὴ εἰδότες τί λέγουσιν ἢ περὶ τίνων διαβεβαιοῦνται. Σὺ δέ, φίλτατε υἱέ, τῷ σῷ πείσθητι πατρὶ δι᾽ ἀκριβοῦς καὶ ἀληθεστάτης ἐρεύνης τὸ ὄντως καλὸν εὑρηκότι. ἰδοὺ γὰρ ἀποδέδεικται ὡς οὔτε ἑκών, οὔτε μὴν ἀγνοίας τρόπῳ, διήμαρτον τοῦ ἀγαθοῦ, ἀλλ’ εὗρον καὶ προσελαβόμην· ἐπιποθῶ δὲ καὶ σὲ μὴ ἀνοήτως πλανᾶσθαι, ἀλλ’ ἐμοὶ ἀκολουθῆσαι. αἰδέσθητι οὖν τὸν πατέρα σου. ἢ οὐκ οἶδας ὁποῖόν ἐστι καλὸν τῷ πατρὶ πείθεσθαι καὶ αὐτῷ ἐν πᾶσι χαρίζεσθαι; ὡς ἔμπαλιν ὀλέθριον καὶ ἐπάρατον τὸ πατέρα παραπικραίνειν καὶ τὰς αὐτοῦ παρ’ οὐδὲν τιθέναιἐντολάς; ὅσοι γὰρ τοῦτο ἐποίησαν, κακοὶ κακῶς ἀπώλοντο· οἷς σύ, τέκνον, μὴ συναριθμηθείης· ἀλλά, τὰ τῷ τεκόντι κεχαρισμένα ποιῶν, πάντων ἐπιτύχοις τῶν ἀγαθῶν, καὶ κληρονόμος γένοιο τῆς εὐλογίας τῆς ἐμῆς καὶ βασιλείας. Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς νεανίας τῆς τοῦ πατρὸς περιττολογίας καὶ ἀνοήτου ἀντιβολῆς ἀκούσας, καὶ γνοὺς τὰς τοῦ σκολιοῦ δράκοντος μηχανάς, ὡς ἐκ τῶν δεξιῶν αὐτοῦ τοῖς ποσὶν ἡτοίμασε παγίδα, κατακάμψαι τὴν θεοειδῆ ψυχὴν τεχναζόμενος καὶ πρὸς τὸ προκείμενον ἐμποδίσαι βραβεῖον, τὸ δεσποτικὸν πρὸ ὀφθαλμῶν ἔθετο πρόσταγμα, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, εἰπόντος, ἀλλὰ μάχην καὶ μάχαιραν· ἦλθον γὰρ διχάσαι υἱὸν κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ τὰ ἑξῆς. καί, ὅτι Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος, καί, Ὅστις με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ταῦτα λογισάμενος, καὶ τῷ θείῳ φόβῳ τὴν ψυχὴν πεδήσας,τῷ πόθῳ τε καὶ ἔρωτι ἐνισχύσας, τὸ Σολομόντειον ἐκεῖνο ῥῆμα πάνυ κατὰ καιρὸν ἐξελάβετο, Καιρός, φάσκον, τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. καὶ πρῶτα μέν, κατὰ νοῦν εὐξάμενος, Ἐλέησόν με, Κύριε, εἶπεν, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία. κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με, καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Εἶτά φησι πρὸς τὸν βασιλέα· Τὸ μὲν θεραπεύειν πατέρα καὶ τοῖς αὐτοῦ ὑπείκειν προστάγμασιν, εὐνοίᾳ τε καὶ φιλίᾳ καθυπηρετεῖν, ὁ κοινὸς ἡμᾶς διδάσκει Δεσπότης, φυσικὴν ἡμῖν τὴν τοιαύτην ἐγκατασπείρας στοργήν. ὅταν δὲ ἡ τῶν γονέων σχέσις καὶ φιλία πρὸς αὐτὸν φέρῃ τὸν κίνδυνον τὴν ψυχὴν καὶ τοῦ Δημιουργοῦ πόρρω ποιῇ, ἐκκόπτειν ταύτην παντάπασι προστετάγμεθα, καὶ μηδόλως εἴκειν τοῖς χωρίζουσιν ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ μισεῖν τούτους καὶ ἀποστρέφεσθαι, κἂν πατὴρ ὁ τὰ ἀπευκταῖα ἐπιτάττων εἴη,κἂν μήτηρ, κἂν βασιλεύς, κἂν τῆς ζωῆς αὐτῆς κύριος. διὰ ταῦτα τῆς πατρικῆς μὲν σχέσεως ἕνεκα τὸν Θεὸν ζημιωθῆναι τῶν ἀδυνάτων μοί ἐστι. διὸ μήτε σεαυτῷ κόπους πάρεχε, μήτε ἐμοί· ἀλλ’ ἢ πείσθητι καὶ τῷ ζῶντι ἄμφω καὶ ἀληθινῷ λατρεύσωμεν Θεῷ· ἃ γὰρ νῦν σέβῃ εἴδωλα εἰσί, χειρῶν ἀνθρωπίνων ἔργα, πνοῆς ἔρημα καὶ κωφά, μηδὲν ὅλως ἢ μόνην ἀπώλειαν καὶ τιμωρίαν αἰώνιον τοῖς αὐτὰ σεβομένοις προξενοῦντα. Εἰ δὲ μὴ τοῦτο βούλοιο, ποίει εἰς ἐμὲ ὅπερ σοι δοκεῖ· δοῦλος γάρ εἰμι τοῦ Χριστοῦ, καὶ οὔτε θωπείαις, οὔτε κολάσεσι τῆς αὐτοῦ ἀποστήσομαι ἀγάπης, καθὰ δὴ καὶ τῇ προτεραίᾳ εἶπόν σοι, μέσον ἐμβαλὼν τὸ τοῦ Δεσπότου μου ὄνομα καὶ ἀσφαλέστατα τὸν λόγον ἐμπεδωσάμενος. ὅτι δὲ μήτε ἑκὼν ἔφησας κακουργεῖν, μήτε μὴν ἀγνοίᾳ διαμαρτάνειν τοῦ ἀγαθοῦ, ἀλλὰ πολλῇ καὶ ἐμπόνῳ συζητήσει τοῦτο ἔγνως ὄντως εἶναι καλόν, τὸ εἰδώλοις λατρεύειν καὶ ταῖς ἡδοναῖς τῶν παθῶν προσηλοῦσθαι, κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν. ὅτι δὲ πολλή σοι περικέχυται ἀγνωσίας ἀχλὺς καὶ ὡς ἐν σκότει ψηλαφητῷ πορευόμενος οὐδόλως ὁρᾷς φωτὸς κἂν μικράν τινα μαρμαρυγήν, ὅθεν τὴν εὐθεῖαν ἀπολέσας κρημνοῖς καὶ φάραγξι δεινοῖς περιπεπλάνησαι, τοῦτο κἀγὼ βεβαίως ἐπίσταμαι καὶ σέ, πάτερ, γινώσκειν βούλομαι.διὸ σκότος ἀντὶ φωτὸς κατέχων καὶ θανάτου ὥσπερ ζωῆς ἀντεχόμενος, οἴει συμφερόντως βεβουλεῦσθαι καὶ λυσιτελῶς ἐντεθυμῆσθαι· ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὔτε γὰρ ἅπερ σέβῃ θεοί εἰσιν, ἀλλὰ στῆλαι δαιμόνων, πᾶσαν αὐτῶν τὴν μυσαρὰν ἐνέργειαν ἔνδον ἔχουσαι· οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς καὶ ἐνήδονον βιοτήν, τερπνότητός τε καὶ θυμηδίας δοκεῖς πεπληρῶσθαι, τῆς τοιαύτης ἔχει φύσεως, ἀλλὰ βδελυκτή ἐστιν αὕτη, κατά γε τὸν τῆς ἀληθείας λόγον, καὶ ἀποτρόπαιος. πρὸς καιρὸν γὰρ γλυκαίνει καὶ λεαίνει τὸν φάρυγγα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις, ὡς ὁ ἐμὸς ἔφη διδάσκαλος, καὶ ἠκονημένη μᾶλλον μαχαίρας διστόμου. Καὶ πῶς ἄν σοι τὰ ταύτης κακὰ διηγησαίμην; ἐξαριθμήσομαι αὐτά, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἄγκιστρον γάρ ἐστι τοῦ διαβόλου, ὡς δέλεαρ τὴν βδελυρὰν περικειμένη ἡδονήν, δι’ οὗ τοὺς ἀπατωμένους, εἰς τὸν τοῦ ᾅδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ Δεσπότου ἐπηγγελμένα ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾷ οὐχ ὑπόκειται· λόγος οὐκ ἔστιν ὁ παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου, τῆς διηνεκοῦς εὐφροσύνης.