εὖ ἴσθι, υἱότητος, καὶ τῷ Θεῷ μου λατρεύσω καθαρῷ συνειδότι. Ταῦτα οὖν πάντα ὡς ἤκουσεν ὁ βασιλεύς, ὀξύτατα κινηθεὶς καὶ θυμῷ ἀσχέτῳ καταληφθείς, ὀργίλως αὐτῷ ἐλάλει, καὶ πικρῶς τοὺς ὀδόντας ἔβρυχε, μαινομένῳ ἐοικώς· Καὶ τίς, φησίν, ὁ τοιούτων μοι αἴτιος τῶν κακῶν, ἢ αὐτὸς ἐγὼ οὕτως σοι διατεθεὶς καὶ τοιαῦτα ἐπὶ σοὶ ἐργασάμενος ἃ οὐδεὶς πώποτε τῶν πατέρων πεποίηκε; διό σου τῆς γνώμης τὸ σκολιὸν καὶ φιλόνεικον, δύναμιν τῇ ἐξουσίᾳ προσλαβόμενον, κατὰ τῆς ἐμῆς κεφαλῆς μανῆναί σε πεποίηκε. δικαίως οὖν ἐν τῇ σῇ γεννήσει οἱ ἀστρολόγοι δεινὸν εἶπονἀποβήσεσθαί σε καὶ παμπόνηρον ἄνδρα, ἀλαζόνα τε καὶ γονεῦσιν ἀπειθῆ. ἀλλὰ νῦν, εἰ τὴν ἐμὴν ἀκυρώσεις βουλὴν καὶ τῆς ἐμῆς ἀποστήσῃ υἱότητος, ὡς ἐχθρός σοι διατεθείς, ἐκεῖνα ποιήσω σοι, ἅπερ οὐδὲ πολεμίοις τις ἐνεδείξατο. Αὖθις δὲ ἐκεῖνος, Τί, φησίν, ὦ βασιλεῦ, εἰς ὀργὴν ἀνήφθης; ὅτι τοιούτων ἐγὼ ἠξίωμαι ἀγαθῶν, λελύπησαι; καὶ τίς ποτε πατὴρ ἐπὶ τῇ τοῦ υἱοῦ εὐτυχίᾳ ἀχθόμενος ὡράθη; ἢ πῶς πατὴρ ὁ τοιοῦτος, καὶ οὐκ ἐχθρός, λογισθείη; οὐκοῦν οὐδὲ ἐγὼ τοῦ λοιποῦ πατέρα μού σε καλέσω· ἀλλ’ ἀποστήσομαί σου, ὥσπερ τις φεύγει ἀπὸ ὄφεως, εἰ γνώσομαι φθονεῖν σε τὴν ἐμὴν σωτηρίαν, εἰς ἀπώλειαν δὲ βιαίᾳ συνωθεῖν με χειρί. εἰ γὰρ βιάζειν με καὶ τυραννεῖν θελήσειας, καθὰ δὴ καὶ εἶπας, οὐδὲν ἄλλο κερδανεῖς, εὖ ἴσθι, ἢ τὸ ἀντὶ πατρὸς τύραννος καὶ φονεὺς κληθῆναι μόνον· ἐπεὶ ῥᾷόν σοι ἀετοῦ ἴχνεσιν ἐφικέσθαι καὶ κατ’ αὐτὸν τὸν ἀέρα διίπτασθαι, ἢ τὴν ἐμὴν μεταπείσειν εἰς Χριστὸν πίστιν, καὶ ἣν αὐτῷ ὡμολόγησα καλὴν ὁμολογίαν. ἀλλὰ σύνες, ὦ πάτερ, καί, τὴν λήμην καὶ ἀχλὺν ἀποτινάξας τῶν τοῦ νοὸς ὀμμάτων,ἀνάβλεψον ἰδεῖν τὸ πᾶσι περιλάμπον τοῦ Θεοῦ μου φῶς, καὶ αὐτός ποτε περιλάμφθητι τῷ γλυκυτάτῳ τούτου φωτί. ἵνα τί γὰρ ὅλως τοῖς πάθεσι καὶ θελήμασιν ἐξεδόθης τῆς σαρκός, καὶ ἀνάνευσις οὐκ ἔστι; γνῶθι ὅτι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐκπέπτωκε, τὸ δὲ ῥῆμα τοῦ Κυρίου μου, τὸ εὐαγγελισθὲν ἐπὶ πάντας, μενεῖ εἰς τὸν αἰῶνα. τί οὖν οὕτως ἐμμανῶς ἀντέχῃ καὶ περιέχῃ τῆς δίκην τῶν ἐαρινῶν ἀνθέων μαραινομένης καὶ ἀφανιζομένης δόξης, καὶ τῆς βδελυρᾶς καὶ δυσώδους τρυφῆς, καὶ τῶν τῆς γαστρὸς καὶ ὑπὸ γαστέρα μιαρωτάτων παθῶν, ἅτινα πρὸς καιρὸν ἡδύνουσι τὰς αἰσθήσεις τῶν ἀνοήτων,ὕστερον μέντοι πικροτέρας χολῆς ποιοῦνται τὰς ἀναδόσεις, ὅταν αἱ μὲν σκιαὶ αὗται καὶ τὰ ἐνύπνια τοῦ ματαίου τούτου παρέλθωσι βίου, ἐν ὀδύνῃ δὲ διηνεκεῖ πυρὸς ἀσβέστου καὶ σκοτεινοῦ κατακλεισθῶσιν οἱ τούτων ἐρασταί, καὶ τῆς ἀνομίας ἐργάται, ἔνθα ὁ σκώληξ αὐτοὺς ὁ ἀκοίμητος ἀτελεύτητα κατεσθίει, καὶ τὸ πῦρ ἄληκτα καὶ ἀκατάσβεστα εἰς αἰῶνας κατακαίει ἀπεράντους; μεθ’ ὧν οἴμοι καὶ αὐτὸς κατακλεισθεὶς καὶ χαλεπῶς ὀδυνώμενος, πολλὰ μὲν μεταγνώσῃ τῶν δεινῶν βουλευμάτων, πολλὰ δὲ ἐπιζητήσεις τὰς νῦν ἡμέρας καὶ τῶν ἐμῶν ἐπιμνησθήσῃ ῥημάτων· ἀλλ’ ὄφελος τῆς μεταμελείας οὐκ ἔσται. ἐν γὰρ τῷ ᾅδῃ ἐξομολόγησις σις καὶ μετάνοια οὐχ ὑπάρχει· ἀλλ’ ὁ παρὼν ὡρίσθη καιρὸς τῆς ἐργασίας, ὁ δὲ μέλλων τῆς ἀνταποδόσεως. εἰ μὲν γὰρ τὰ παρόντα τερπνὰ οὐκ ἀφανισμῷ ὑπέκειτο καὶ ῥοῇ, ἀλλὰ συνδιαιωνίζειν ἔμελλε τοῖς αὐτῶν δεσπόταις, οὐδὲ οὕτως ἔδει τῶν τοῦ Χριστοῦ δωρεῶν καὶ ὑπὲρ ἔννοιαν ἀγαθῶν ταῦτα προκρῖναι· καθ’ ὅσον γὰρ ὁ ἥλιος τῆς βαθείας ἐστὶ νυκτὸς λαμπρότερος καὶ διαυγέστερος, τοσοῦτον καὶ πολλῷ πλέον τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάσης ἐπιγείου βασιλείας καὶ δόξης ἐνδοξότερά τε ὑπάρχει καὶ μεγαλοπρεπέστερα, καὶ ἔδει πάντως τὰ μείζονα τῶν εὐτελεστέρων προκρῖναι. ἐπεὶ δὲ καὶ ῥευστὰ τὰ τῇδε πάντα καὶ φθορᾷ ὑποκείμενα ὡςὄναρ τε καὶ ὡς σκιὰ καὶ ἐνύπνιον παρέρχεται καὶ ἀφανίζεται, καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις καὶ νηὸς ποντοπορούσης ἴχνεσιν ἢ ἀνθρώπων εὐημερίᾳ, πόσης εὐηθείας ἤ, μᾶλλον εἰπεῖν, ἀνοίας τε καὶ παραφροσύνης τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἀσθενῆ τε καὶ οὐδαμινά, τῶν ἀφθάρτων προκρῖναι καὶ αἰωνίων, ἀκηράτων τε καὶ ἀτελευτήτων, καὶ τῇ προσκαίρῳ τούτων ἀπολαύσει τῆς ἀδιαδόχου στερηθῆναι τῶν ἀγαθῶν ἐκείνων ἀπολαύσεως; οὐ συνήσεις ταῦτα, ὦ πάτερ; οὐ παραδραμεῖς τὰ παρατρέχοντα, καὶ προσθήσῃ τοῖς ἐπιμένουσιν; οὐ προτιμήσεις τὴν κατοικίαν τῆς παροικίας, τὸ φῶς τοῦ σκότους, τὸ πνεῦμα τῆς σαρκός, τὴν αἰώνιον ζωὴν τῆς σκιᾶς τοῦ θανάτου, τὰ μὴ λυόμενα τῶν ῥεόντων; οὐκ ἐκφεύξῃ τῆς χαλεπῆς δουλείας τοῦ δεινοῦ κοσμοκράτορος, τοῦ πονηροῦ, φημί, διαβόλου, καὶ τῷ ἀγαθῷ καὶ εὐσπλάγχνῳ καὶ πανοικτίρμονι οἰκειωθήσῃ Δεσπότῃ; οὐ, τῆς τῶν πολλῶν ἀποστὰς καὶ ψευδωνύμων θεῶν λατρείας, τῷ ἑνὶ λατρεύσεις ἀληθινῷ καὶ ζῶντι Θεῷ; εἰ γὰρ καὶ ἥμαρτες αὐτῷ, πολλὰ βλασφημήσας καὶ τοὺς αὐτοῦ θεράποντας δειναῖς ἀνελὼν τιμωρίαις,ἀλλὰ δέξεταί σε, εὖ οἶδα, ὁ ἀγαθὸς ἐπιστρέψαντα καὶ πάντων σου ἀμνημονεύσει τῶν πλημμελημάτων· οὐ βούλεται γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ ἐκ τῶν ἀνεκδιηγήτων κατελθὼν ὑψωμάτων ἐπὶ ζήτησιν τῶν πλανηθέντων ἡμῶν, σταυρόν τε καὶ μάστιγας καὶ θάνατον ὑπομείνας δι’ ἡμᾶς, καὶ τῷ τιμίῳ αὐτοῦ αἵματι ἐξαγοράσας ἡμᾶς τοὺς πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν. αὐτῷ ἡ δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Τοῦ δὲ βασιλεως ἐκπλήξει τε ἅμα καὶ ὀργῇ ληφθέντος, τὸ μὲν ἐπὶ τῇ τοῦ παιδὸς συνέσει καὶ τοῖς ἀναντιρρήτοις αὐτοῦ ῥήμασι, τὸ δὲ ἐφ’ ᾧ ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς καὶ ὅλον αὐτοῦ μυκτηρίζων καὶ χλευάζων τὸν βίον, τὸ μὲν τοῦ λόγου φαιδρὸν διὰ τὴν ἔνδον οὐκ ἐδέξατο τοῦ σκότους παχύτητα, τιμωρήσασθαι δὲ αὐτὸν ἢ κακῶς τι διαθέσθαι τῇ φυσικῇ μὴ δυνάμενος στοργῇ, τὸ δὲ μεταπείσειν αὐτὸν ἀπειλαῖς πάντη ἀπογνούς, φοβηθεὶς μή, πλείονας κινήσας πρὸς αὐτὸν λόγους, ἐκείνου παρρησιαζομένου καὶ τὰ τῶν θεῶν διακωμῳδοῦντος καὶ χλευάζοντος, εἰς πλείονα θυμὸν ἐξαφθείς, τῶν ἐναντίων εἰς αὐτόν τι διαπράξοιτο, μετ’ ὀργῆς ἀναστάς, ὑπεχώρησεν, Εἴθε μηδόλως ἐγεννήθης, εἰπών, μήτ’ εἰς φῶς προῆλθες, τοιοῦτος μέλλων ἔσεσθαι, βλάσφημος εἰς τοὺς θεοὺς καὶ τῆς πατρικῆς ἀποστάτης φιλίας τε καὶ νουθεσίας. ἀλλ’ οὐκ εἰς τέλος τῶν ἀηττήτων καταμωκήσῃ θεῶν, οὐδ’ ἐπὶ πολὺ χαρήσονται οἱ ὑπεναντίοι, οὐδ’ αἱ τούτων ἰσχύσουσι γοητεῖαι.