θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς, ἑκατόμβαις τε αὐτοὺς καὶ σπονδαῖς ἐκμειλιξώμεθα, ἵνα συγγνώμην σοι τοῦ πταίσματος παράσχοιντο· δυνατοὶ γάρ εἰσι καὶ ἰσχύοντες εὐεργετεῖν τε καὶ τιμωρεῖσθαι, καί σοι παράδειγμα τῶν λεγομένων, ἡμεῖς οἱ δι’ αὐτῶν εἰς ταύτην τὴν ἀρχὴν προελθόντες, καὶ χάριτας αὐτοῖς τῆς εὐεργεσίας, τάς τε πρὸς τοὺς σεβομένους τιμὰς καὶ τὰς πρὸς τοὺς μὴ πειθομένους αὐτοῖς θύειν κολάσεις παρέχοντες. Πολλὰς οὖν τοιαύτας βαττολογίας τοῦ βασιλέως διεξελθόντος, τὰ μὲν ἡμέτερα διακωμῳδοῦντος καὶ διαβάλλοντος, τὰ τῶν εἰδώλων δὲ ἐγκωμιάζοντος καὶ ἐπαινοῦντος, ἰδὼν ὁ θειότατος νεανίας ὡς οὐκ ἔτι δεῖται τὸ πρᾶγμα γωνίας καὶ ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς, μᾶλλον ὥστε φανερὸν ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθείς, ἔφη. Ὅ μοι πέπρακται, δέσποτα, οὐκ ἂν ἀρνηθείην. τὸ σκότος ἐξέφυγον, τῷ φωτὶ προσδραμών· καὶ τὴν πλάνην ἀπέλιπον, τῇ ἀληθείᾳ οἰκειωθείς·καὶ τοῖς δαίμοσιν ἀποταξάμενος, Χριστῷ συνεταξάμην, τῷ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῷ καὶ Λόγῳ, οὗ τῷ ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσῳ τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα, οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς ὁ πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν ὁ Δεσπότης θάνατον κατεδέξατο καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῇ τῆς ἁμαρτίας ἡ τυραννίς, ὅπως ἡ προτέρα καταδίκη ἀναιρεθῇ, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσικαὶ ἀγαθὰ τὰ κρείττονα καὶ λόγου καὶ ἀκοῆς. αὐτὸς γάρ ἐστιν ὁ κραταιὸς καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, οὗ τὸ κράτος ἄμαχον καὶ ἡ δυναστεία ἀνείκαστος, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζόμενος, εἰς ἃ βεβάπτισμαι. καὶ ὁμολογῶ, δοξάζω τε καὶ προσκυνῶ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν ὁμοούσιόν τε καὶ ἀσύγχυτον, ἄκτιστόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπεριόριστον, ἀσώματον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόριστον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης καὶ φωτὸς ἀϊδίου, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, συνέχοντά τε πάντα καὶ συντηροῦντα, πάντων προνοούμενον, κρατοῦντά τε πάντων καὶ βασιλεύοντα. οὔτε γὰρ ἐγένετό τι τῶν ὄντων χωρὶς αὐτοῦ, οὔτε τῆς αὐτοῦ προνοίας ἄνευ συνίστασθαί τι δύναται· αὐτὸς γάρ ἐστι πάντων ἡ ζωή, πάντων ἡ σύστασις, πάντων ὁ φωτισμός, ὅλος γλυκασμὸς καὶ ἐπιθυμία ἀκόρεστος, καὶ πάντων τῶν ἐφετῶν τὸ ἀκρότατον. τὸ καταλιπεῖν οὖν τὸν οὕτως ἀγαθόν, οὕτω σοφόν, οὕτω δυνατὸν Θεόν, καὶ δαίμοσιν ἀκαθάρτοις, δημιουργοῖς πάντων τῶν παθῶν, λατρεῦσαι, ξοάνοις τε κωφοῖς καὶ ἀλάλοις σέβας ἀπονεῖμαι, τοῖς μήτε οὖσί τι μήτε ἐσομένοις, πόσης οὐκ ἂν εἴη πέρα ἀνοίαςκαὶ παραφροσύνης; πότε γὰρ ἠκούσθη τις λαλιὰ ἢ λόγος παρ’ αὐτῶν; πότε κἂν σμικρὰν ἀπόκρισιν τοῖς εὐχομένοις αὐτοῖς δεδώκασι; πότε περιεπάτησαν ἢ αἴσθησίν τινα ἐδέξαντο; οὔτε γὰρ οἱ ἱστάμενοί ποτε καθέδρας ἐμνήσθησαν, οὔτε οἱ καθήμενοι ἀναστάντες ὤφθησαν. τούτων τὸ εἰδεχθὲς καὶ δυσῶδες καὶ ἀναίσθητον, ἔτι δὲ καὶ τῶν ἐνεργούντων ἐν αὐτοῖς καὶ δι’ αὐτῶν ὑμᾶς ἀπατώντων δαιμόνων τὸ σαθρὸν καὶ ἀσθενὲς παρὰ ἀνδρὸς ἁγίου μαθών, καὶ τῆς αὐτῶν κακίας καταπτύσας, καὶ τέλειον μῖσος μισήσας αὐτούς, τῷ ζῶντι καὶ ἀληθινῷ συνεταξάμην Θεῷ· καὶ αὐτῷ δουλεύσω μέχρι τελευταίας ἀναπνοῆς, ἵνα καὶ εἰς τὰς αὐτοῦ χεῖρας ἔλθοι μου τὸ πνεῦμα. τῶν τοιούτων οὖν συναντησάντων μοι ἀνεκδιηγήτων ἀγαθῶν, ἔχαιρον μὲν τῆς δουλείας ἀπαλλαγεὶς τῶν πονηρῶν δαιμόνων καὶ τῆς δεινῆς ἀνακληθεὶς αἰχμαλωσίας, καὶ τῷ φωτὶ περιλαμφθεὶς τοῦ προσώπου Κυρίου· ἠνιώμην δὲ καὶ τὴν ψυχὴν ἐμεριζόμην, ὅτι μὴ καὶ αὐτὸς ὁ δεσπότης μου καὶ πατὴρ τῶν τοιούτων μετεῖχες εὐεργεσιῶν. ἀλλὰ δεδοικώς σου τῆς γνώμης τὸ δυσπειθές, κατεῖχον ἐν ἐμαυτῷ τὴν λύπην, μὴ παροργίσαι σε βουλόμενος, τὸν Θεὸν δὲ ἀπαύστως ἱκέτευον ἑλκῦσαί σε πρὸς ἑαυτὸν καὶ τῆς μακρᾶς ἀνακαλέσασθαι ἐξορίας ἧς αὐτὸς προεξένησασσεαυτῷ,δραπέτης οἴμοι τῆς εὐσεβείας γενόμενος καὶ κακίας ὑπηρέτης πάσης καὶ ἀσεβείας. ἐπεὶ δὲ αὐτός, ὦ πάτερ, εἰς ἐμφανὲς τὰ κατ’ ἐμὲ ἤγαγες, τὸ πᾶν τῆς ἐμῆς ἄκουε γνώμης· οὐ ψεύσομαι τὰς πρὸς Χριστόν μου συνθήκας, οὐ, μὰ τὸν ἐξαγοράσαντά με τῆς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, κἂν μυριάκις με δεῖ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, θανοῦμαι. τὰ περὶ ἐμοῦ τοίνυν οὕτως εἰδώς, μηκέτι κόπους σεαυτῷ πάρεχε, μεταπείθειν με ἐπιχειρῶν τῆς καλῆς ὁμολογίας. ὡς γάρ σοι τοῦ οὐρανοῦ ἐπιλαβέσθαι δόξαντι τῇ χειρί, ἢ τὰ θαλάττια ξηρᾶναι πελάγη, ἄπρακτον ἂν τὸ ἐγχείρημα ἦν καὶ ἀνήνυτον, οὕτω δὴ καὶ τοῦτο γίνωσκε εἶναι. ἢ τοίνυν αὐτός, τῆς ἐμῆς ἀκούσας βουλῆς, τῷ Χριστῷ οἰκειώθητι, καὶ τῶν ὑπὲρ ἔννοιαν λήψῃ ἀγαθῶν, κοινωνοί τε ἀλλήλοις ἐσόμεθα, ὥσπερ τῆς φύσεως, οὕτω δὴ καὶ τῆς πίστεως· ἢ τῆς σῆς ἀποστήσομαι,