Τούτων οὖν εὐσεβῶς τελειωθέντων, ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ ἔλεγεν Ἀραχῇ πρὸς τὴν δευτέραν ἀποβλέψαι βουλήν, τοῦ πρώτου διαμαρτόντος, καὶ τὸν Ναχὼρ ἐκεῖνον προσκαλέσασθαι. ὁ γοῦν Ἀραχὴς νυκτὶ βαθείᾳ τὸ ἐκείνου καταλαβὼν σπήλαιον ʽτὰς ἐρήμους γὰρ ᾤκει, μαντικαῖς σχολάζων τέχναισ̓, καὶ πάντα αὐτῷ τὰ βεβουλευμένα σαφηνίσας, πρὸς τὸν βασιλέα ἅμα πρωῒ ἐπανέρχεται. καὶ δὴ ἱππεῖς αὐτῷ αὖθις ζητήσας ἐπὶ ἔρευναν τοῦ Βαρλαὰμ ἐξέρχεσθαι προσεποιεῖτο.ἐξελθόντι δὲ καὶ τὰς ἐρήμους ἐμπεριπατοῦντι ὁρᾶται αὐτῷ ἀνήρ τις ἐκ φάραγγός τινος ἐξερχόμενος. τοῦ δὲ καταδιώκειν αὐτὸν κελεύσαντος, φθάνουσι τὸ τάχος, καὶ συλλαβόντες πρὸς αὐτὸν ἄγουσι. τοῦ δὲ πυνθανομένου τίς τε εἴη καὶ ποίας θρησκείας ἢ τί καλούμενος, Χριστιανὸν μὲν ἐκεῖνος ἑαυτὸν ἀπεκάλεσε, Βαρλαὰμ δὲ ὠνόμασε, καθάπερ δεδίδακτο. χαρᾶς δὲ πλησθεὶς ὁ Ἀραχής, ὡς ἐδείκνυε, τάχιστα τοῦτον λαβών, πρὸς τὸν βασιλέα ἐπανέρχεται· καὶ δὴ μηνύσας παρίστησιν αὐτόν. καί φησιν ὁ βασιλεὺς εἰς ἐπήκοον πάντων τῶν παρισταμένων· Σὺ εἶ ὁ τοῦ δαίμονος ἐργάτης Βαρλαάμ; ὁ δὲ ἀντέφησεν· Τοῦ Θεοῦ ἐργάτης εἰμί, καὶ οὐ τῶν δαιμόνων. μὴ οὖν με λοιδόρει. πολλὰς γάρ μοι ὁμολογεῖν χάριτας ὀφειλέτης εἶ, ὅτι τὸν υἱόν σου θεοσεβεῖν ἐδίδαξα, πάσης ἀπαλλάξας ἀπάτης καὶ τῷ ἀληθινῷ καταλλάξας Θεῷ,καὶ πᾶσαν παιδεύσας ἀρετῆς ἰδέαν. αὖθις δὲ ὁ βασιλεύς, ὀργιζόμενος ὥσπερ, ἔφη· Ἔδει μέν σε μηδὲ λόγου τὸ παράπαν ἀξιώσαντα, ἢ τόπον ἀπολογίας δόντα, ἀλλ’ ἀνερωτήτως θανατῶσαι. ἀλλ’ ἀνέχομαί σου τοῦ θράσους, τῆς προσηκούσης μοι ἕνεκεν φιλανθρωπίας, ἕως τακτῇ ἡμέρᾳ ἐξετάσω τὰ περὶ σοῦ. καὶ εἰ μὲν πεισθείης μοι συγγνώμης ἀξιωθήσῃ· εἰ δὲ μή, κακῶς ἀπολῇ. οὕτως εἰπὼν τῷ Ἀραχῇ τοῦτον παραδίδωσι, φυλάττειν ἀκριβέστατα ἐντειλάμενος. Τῇ δὲ ἐπαύριον ἀναζεύξας ἐκεῖθεν, πρὸς τὸ ἴδιον ἐπάνεισι παλάτιον. καὶ ἐξηχούετο κρατηθῆναι τὸν Βαρλαάμ, ὥστε καὶ τὸν βασιλέως ἀκούσαντα υἱὸν δεινῶς τὴν ψυχὴν ἀλγῆσαι, καὶ μηδόλως τῶν δακρύων ἐγκρατὴς δύνασθαι εἶναι. στεναγμοῖς δὲ καὶ θρήνοις τὸν Θεὸν ἐδυσώπει, καὶ εἰς βοήθειαν αὐτὸν ἐπεκαλεῖτο τοῦ γέροντος. οὐ παρεῖδεν οὖν αὐτὸν ὀδυρόμενον ὁ ἀγαθός· χρηστὸς γάρ ἐστι τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· ὃς καὶ τῷ νέῳ δι’ ὁράματος νυκτερινοῦ πάντα γνωρίζει, καὶ ἰσχὺν αὐτῷ ἐντίθησι, καὶ εἰς τὸν τῆς εὐσεβείας παραθαρρύνει ἀγῶνα. ἔξυπνος δὲ γενόμενος, χαρᾶς τε πλήρη καὶ θάρσους καὶ φωτὸς γλυκυτάτον, τὴν πρὸ μικροῦ λυπουμένην αὐτοῦ καὶ ἀλγοῦσαν εὑρίσκει καρδίαν. ὁ δὲ βασιλεύς, οὕτω ταῦτα δράσας καὶ οὕτω διανοηθείς, ἔχαιρε, καλῶς διασκέπτεσθαι οἰόμενος, καὶ τῷ Ἀραχῇ μεγίστην ἀπονέμων τὴν χάριν.ἀλλ’ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ, τὸ τοῦ θείου φάναι Δαυΐδ, καὶ ἡ δικαιοσύνη νικᾷ τὴν ἀνομίαν, τέλεον αὐτὴν καταβαλοῦσα καὶ τὸ μνημόσυνον αὐτῆς ἀπολέσασα μετ’ ἤχου, ὡς ἐν τοῖς ἑξῆς δηλώσειεν ὁ λόγος. Μετὰ γοῦν δύο ἡμέρας ὁ βασιλεὺς παραγίνεται πρὸς τὸ τοῦ υἱοῦ παλάτιον. καὶ τούτου εἰς ὑπάντησιν ἐξελθόντος, οὐκ ἠσπάσατο συνήθως ὁ πατήρ· ἀλλ’, ἀχθομένῳ ὥσπερ καὶ ὀργιζομένῳ ἐοικώς, εἰσελθὼν ἐν τῷ βασιλικῷ κοιτῶνι, σκυθρωπάζων ἐκαθέσθη. εἶτα, τὸν υἱὸν προσκαλεσάμενος, ἔφη· Τίς ἡ διηχοῦσά μου τὰς ἀκοὰς φήμη, τέκνον, καὶ ἀθυμίαις μου τὴν ψυχὴν κατατήκουσα; οὐδένα γὰρ τῶν ἀνθρώπων τοσαύτης ἐμπιπλᾶσθαι χαρᾶς ποτε οἶμαι ἐπὶ τέκνου γεννήσει, ὅσης ἐγὼ ἐπὶ σοὶ μετέσχον θυμηδίας· οὐδ’ αὖ πάλιν λυπηθῆναί τινα καὶ κακῶς παρὰ παιδὸς διατεθῆναι δοκῶ, ὡς σύ με νῦν διέθηκας καὶ τὴν ἐμὴν ἠτίμασας πολιάν,τὸ φῶς τε περιῆρας τῶν ὀφθαλμῶν μου καὶ τὴν τῶν ἐμῶν νεύρων ἐξέκοψας ἰσχύν· φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. καὶ γέγονας τῶν ἐχθρῶν μου ἐπίχαρμα καὶ τῶν ὑπεναντίων μου κατάγελως. ἀπαιδεύτῳ φρενὶ καὶ νηπιώδει γνώμῃ τοῖς τῶν ἀπατεώνων ῥήμασιν ἐξακολουθήσας, καὶ τὴν βουλὴν τῶν κακοφρόνων τῆς ἐμῆς προκρίνας βουλῆς, καὶ τῶν ἡμετέρων θεῶν τὸ σέβας καταλιπών, ἀλλοτρίῳ ἐλάτρευσας Θεῷ. ἵνα τί, τέκνον, ταῦτα πεποίηκας; καὶ ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ; οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, ἢ τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν,ἣν ὁ τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται, οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν ὀργήν, μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν, ἀνθ’ ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παρ’ ἐλπίδα δι’ εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευάσαντας, παρωσάμενος καὶ ἐξουθενήσας, τῷ ἐσταυρωμένῳ προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων; ἀλλά γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθῃ τῷ πατρί, μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών,