καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον καὶ πᾶσαν κάκωσιν ὑπὲρ τῆς δικαιοσύνης ὑπομένειν. ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις. ποίει οὖν ὃ βούλει· ἡμεῖς γὰρ ἔξω τοῦ καθήκοντος πρᾶξαί τι οὐκ ἀνεξόμεθα, οὐδὲ ἁμαρτίᾳ ἑαυτοὺς ἐκδώσομεν. μὴ μικρὰν γὰρ ταύτην νομίσῃς ἁμαρτίαν, εἰ τὸν συναγωνιστὴν ἡμῶν καὶ συστρατιώτην εἰς τὰς σὰς προδώσομεν χεῖρας. ἀλλ’ οὐ γὰρ γελάσεις καθ’ ἡμῶν τὸν γέλωτα τοῦτον, κἂν μυρίοις ἡμᾶς περιβάλῃς θανάτοις· οὐχ οὕτως γὰρ ἡμεῖς ἄνανδροι, ὡς φόβῳ τῶν σῶν βασάνων τὴν ἡμετέραν προδοῦναι φιλοσοφίαν, καὶ ἀνάξιόν τι δρᾶσαι τῆς θείας νομοθεσίας. πρὸς ταῦτα πᾶν, εἴ τι γινώσκεις, ἀμυντήριον εὐτρέπιζε ὄργανον· ἡμῖν γὰρ τὸ ζῆν Χριστός ἐστι, καὶ τὸ θανεῖν ὑπὲρ αὐτοῦ κέρδος ἄριστον. Ἐπὶ τούτοις θυμῷ ἐξαφθείς, ὁ κρατῶν ἐκέλευσε τὰς μὲν θεολόγους αὐτῶν ἐκκοπῆναι γλώσσας ἐξορυχθῆναι δὲ τοὺς ὀφθαλμούς, χεῖράς τε ὁμοῦ ἀποτμηθῆναι καὶ πόδας. τῆς δ’ ἀποφάσεως δοθείσης, οἱ μὲν ὑπασπισταὶ περιστάντες αὐτοῖς καὶ δορυφόροι μισανθρώπως καὶ ἀνηλεῶς ἠκρωτηρίαζον·καὶ τὰς μὲν γλώσσας ὀγκινίσκοις τῶν στομάτων ἐξελκύσαντες, θηριωδῶς ἀπέτεμνον, τοὺς ὀφθαλμοὺς δὲ σιδηροῖς ἐξώρυττον ὄνυξιν, ἀρθρεμβόλοις δὲ ὀργάνοις τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας ἐξαρθροῦντες ἀπέτεμνον. οἱ δὲ μακάριοι ἐκεῖνοι καὶ αἰδήμονες καὶ γενναῖοι τὸν λογισμόν, ὡς πρὸς εὐωχίαν καλούμενοι, ἀνδρείως προσήρχοντο ταῖς βασάνοις, ἀλλήλους παραθήγοντες καὶ πρὸς τὸν διὰ Χριστὸν θάνατον ἀφόβως χωροῦντες. Ἐν τοιαύταις οὖν πολυειδέσι τιμωρίαις τὰς καρτερικὰς αὐτῶν ψυχὰς τῷ Κυρίῳ παρέθεντο οἱ ἱεροὶ ἀσκηταί, ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες. ὁμολογουμένως οὖν αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, καθάπερ τις τῶν οὐχ ἡμετέρων ἔφησεν, ἄθλους διηγούμενος πρεσβύτου ἱερέως καὶ παίδων ἑπτὰ σὺν ὁμόφρονι μητρί, τοῦ πατρῴου ὑπεραθλησάντων νόμου, ὧν τῆς καρτερίας καὶ μεγαλοψυχίας οὐδὲν καθυστέρησαν οἱ θαυμάσιοι οὗτοι πατέρες καὶ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται καὶ κληρονόμοι.