οὐκ ἀστοχήσομεν, εὖ οἶδα, τοῦ σκοποῦ, οὐδὲ ψευσθησόμεθα τῆς ἐλπίδος. ἀλλ’ ἐκεῖνος αὐτός, ἢ ῥήμασι πιθανοῖς ἢ βασάνων ὀργάνοις πολυειδέσι πεισθείς, ἄκων ἂν ὁμολογήσειε ψευδῆ καὶ πεπλανημένα φάσκειν, καὶ τὸν κύριόν μου καὶ υἱόν σου τοῦ πατρῴου ἔχεσθαι μεταπείσειε δόγματος. εἰ δὲ ἐκεῖνον μὲν καταλαβεῖν οὐ δυνηθείημεν, ἕτερον ἐγὼ ἐπίσταμαι πρεσβύτην μονερημίτην, Ναχὼρ καλούμενον, ὅμοιον τῷ Βαρλαὰμ κατὰ πάντα, ὃν οὐκ ἔστι διαγνῶναι μὴ ἐκεῖνον ὑπάρχειν, τῆς ἡμετέρας δόξης ὄντα, καὶ διδάσκαλον ἐμὸν ἐν τοῖς μαθήμασι γενόμενον. τούτῳ ὑπαγορεύσας ἐγώ, νύκτωρ ἀπελθών, πάντα κατὰ μέρος ἀφηγήσομαι. εἶτα, κρατηθῆναι τὸν Βαρλαὰμ διαφημήσαντες, τοῦτον παραστησόμεθα· ὃς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας, τὰ τῶν Χριστιανῶν πρεσβεύειν προσποιήσεται, καὶ τούτους διεκδικῶν φανήσεται. εἶτα, μετὰ πολλὴν διάλεξιν ἡττώμενος, κατὰ κράτος ἐκνικηθήσεται. καὶ ταῦτα ὁ τοῦ βασιλέως υἱὸς θεώμενος, ὡς ὁ Βαρλαὰμ μὲν ἡττήθη, τὰ δὲ ἡμέτερα ὑπερνικᾷ, τοῖς νικῶσι πάντως συνθήσεται· μέγα πρὸς τούτοις καὶ τὸ τὴν σὴν αἰδεῖσθαι βασιλείαν καὶ τὰ σοὶ κεχαρισμένα ποιεῖν τιθέμενος. ἐπιστραφήσεται γὰρ καὶ ὁ τὸ προσωπεῖον τοῦ Βαρλαὰμ ὑποδύς, καὶ πεπλανῆσθαι αὐτὸν διαβεβαιώσειε. Ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λαληθεῖσι, καὶ ἄριστα βουλεύσασθαι ἔδοξε, κεναῖς ἐπερειδόμενος ἐλπίσιν.ἔνθεν τοι καὶ τὸν Βαρλαὰμ ἔναγχος μαθὼν ὑποχωρῆσαι, χειρώσασθαι ἔσπευδε. λόχοις οὖν καὶ λοχαγοῖς τῶν διεξόδων τὰς πλείους διειληφώς, μίαν δὲ τῶν ὁδῶν, ἣν πασῶν μᾶλλον ὑφωρᾶτο, αὐτός, ἵπποις ἐπιβάς, ἀνὰ κράτος ἐδίωκε, προκαταλαβεῖν αὐτὸν ἐκ παντὸς τρόπου διανοούμενος. ἐν ὅλαις δὲ ἓξ ἡμέραις κοπιάσας, μάτην τεταλαιπωρήκει. εἶτα, αὐτὸς μὲν ἔν τινι τῶν βασιλικῶν παλατίων ἐν τοῖς ἀγροῖς διακειμένῳ προσμείνας, τὸν Ἀραχὴν μετὰ ἱππέων οὐκ ὀλίγων ἕως αὐτῆς τῆς Σενααρίτιδος ἐρήμου ἐπὶ ζήτησιν ἀπέστειλε τοῦ Βαρλαάμ. καταλαβὼν δὲ ἐκεῖνος τὸν τόπον, πάντας τοὺς περιοίκους διετάραξε· καὶ τῶνδε μὴ ἑωρακέναι ποτὲ τὸν ἄνδρα βεβαιωσαμένων, ἐπὶ τὰς ἐρήμους ὁ ἄρχων τοὺς εὐσεβεῖς θηρεύσων ἐξῄει. πολύ τε τῆς ἐρήμου διοδεύσας διάστημα, ὄρη τε περικυκλώσας καὶ ἀτριβεῖς φάραγγας πεζεύσας καὶ δυσβάτους, μετὰ τῶν σὺν αὐτῷ ὄχλων ἀκρώρειάν τινα καταλαβών,καὶ στὰς ἐπ’ αὐτῆς, ὁρᾷ κατὰ τὴν ὑπώρειαν φάλαγγα ἐρημιτῶν περιπατοῦσαν. καὶ εὐθὺς τῷ τοῦ ἄρχοντος προστάγματι πάντες ἐπ’ αὐτοὺς θέουσιν ἀπνευστί, ἄλλος ἄλλον τοῖς δρόμοις φθάσαι φιλονεικοῦντες· καὶ φθάσαντες, περιεχύθησαν αὐτοῖς κύνες ὡσεὶ πολλοὶ ἢ θηρία πονηρά τινα καὶ μισάνθρωπα· καὶ κρατοῦσι τοὺς ἄνδρας τῷ τε εἴδει καὶ τῇ καταστάσει σεμνοτάτους, καὶ τὰ σήμαντρα τῆς ἐρημικῆς καταστάσεως ἐπὶ τῶν προσώπων φέροντας· καὶ τούτους σύροντες τῷ ἄρχοντι παρέστησαν, οὐ θορυβηθέντας ὅλως, οὐκ ἀγεννές τι καὶ σκυθρωπὸν ἐνδειξαμένους ἢ φθεγξαμένους. ὁ δὲ προάγων αὐτῶν καὶ οἱονεὶ καθηγούμενος πήραν ἐβάσταζε τριχίνην, μεστὴν λειψάνων προεκδημησάντων τινῶν ἁγίων Πατέρων. Κατανοήσας δὲ αὐτοὺς ὁ Ἀραχής, ὡς οὐκ εἶδε τὸν Βαρλαὰμ ʽἐγίνωσκε γὰρ αὐτόν̓, συνεχύθη τῇ λύπῃ. λέγει δὲ πρὸς αὐτούς· Ποῦ ἔστιν ὁ ἀπατεὼν ἐκεῖνος, ὁ τὸν υἱὸν πλανήσας τοῦ βασιλέως; ὁ δὲ τὴν πήραν βαστάζων ἀπεκρίνατο· Οὐκ ἔστιν ἐκεῖνος ἐν ἡμῖν· μηδὲ γένοιτο· φεύγει γὰρ ἡμᾶς τῇ τοῦ Χριστοῦ διωκόμενος χάριτι. ἐν ὑμῖν δὲ τὰς οἰκήσεις ἔχει· ὁ ἄρχων ἔφη· Γινώσκεις οὖν αὐτόν; Ναί, φησὶν ὁ ἐρημίτης· οἶδα τὸν ἀπατεῶνα λεγόμενον, ὅς ἐστιν ὁ διάβολος, ὁ μέσον ὑμῶν κατοικῶν καὶ παρ’ ὑμῶν λατρευόμενός τε καὶ θεραπευόμενος. ὁ ἄρχων λέγει· Περὶ τοῦ Βαρλαὰμ ἐγὼ τὴν ζήτησιν ἔχω, καὶ τοῦτον ἠρόμην σε μαθεῖν ποῦ ἔστιν·ὁ δὲ μοναχός· Καὶ ἵνα τί, φησίν, ἀλληνάλλως ἐλάλησας, περὶ τοῦ ἀπατήσαντος τὸν υἱὸν τοῦ βασιλέως τὴν πεῦσιν προσαγαγών; εἰ γὰρ τὸν Βαρλαὰμ ἐζήτεις, ἔδει σε πάντως εἰπεῖν· Ποῦ ἔστιν ὁ ἐκ τῆς πλάνης ἐπιστρέψας καὶ σώσας τὸν τοῦ βασιλέως υἱόν; ἐκεῖνος γὰρ ἀδελφὸς ἡμῶν ὑπάρχει καὶ συνασκητής· ἐκ πολλῶν δὲ ἤδη ἡμερῶν οὐ τεθεάμεθα αὐτόν. ὁ δὲ Ἀραχής· Τὸ οἴκημα αὐτοῦ, φησίν, ὑπόδειξον. ὁ ἀσκητὴς ἀπεκρίνατο· Εἰ θεάσασθαι ὑμᾶς ἤθελεν, ἐκεῖνος ἂν εἰς συνάντησιν ὑμῶν ἐξῆλθεν. ἡμῖν δ’ οὖν οὐκ ἔξεστι τὸ δωμάτιον αὐτοῦ ὑμῖν γνωρίσαι. Θυμοῦ ἐπὶ τούτῳ ἐμπίμπλαται ὁ ἄρχων, καί φησι πρὸς αὐτόν, ὀργίλον ἅμα καὶ θηριῶδες ἐμβλέψας· Ξένῳ νυνὶ θανάτῳ ὑμᾶς θανατώσω, εἰ ἐξ αὐτῆς τὸν Βαρλαὰμ οὐ παραστήσετέ μοι· Καὶ τί, φησὶν ὁ ἀσκητής, ὁρᾷς ἐν ἡμῖν, οὗπερ ἀντεχόμενοι δυσαποσπάστως τῆς παρούσης διακεισόμεθα ζωῆς, καὶ τὸν παρὰ σοῦ ἐπαχθησόμενον φοβηθῶμεν θάνατον; χάριν γάρ σοι μᾶλλον ὁμολογήσομεν, ὅτι τῆς ἀρετῆς ἐχομένους τοῦ βίου ἐξήγαγες. δεδοίκαμεν γὰρ οὐ μικρῶς τὸ τοῦ τέλους ἄδηλον, μὴ εἰδότες πῶς ἔχοντας ἡμᾶς καταλήψεται,μή που γνώμης ὄλισθος ἢ ἐπήρειά δαιμονικὴ τῆς προαιρέσεως τὴν ἔνστασιν μεταστρέψῃ, καὶ ἕτερα φρονεῖν ἢ ποιεῖν παρὰ τὰ τῷ Θεῷ ὡμολογημένα μεταπείσειεν. ὅθεν τυχεῖν ὧν ἐλπίζετε ὅλως ἀπειπόντες, μὴ ὀκνήσητε ποιεῖν ὅπερ βούλεσθε. οὔτε γὰρ τὸ τοῦ θεοφιλοῦς ἡμῶν ἀδελφοῦ οἰκητήριον, καίτοι γε εἰδότες, ὑποδείξομεν, οὔτε ἄλλα τινὰ ὑμῖν λανθάνοντα μοναστήρια προδώσομεν, ταύτῃ τὸν θάνατον ἐκφυγεῖν κακῶς ἀνεχόμενοι· ἀλλὰ καλῶς μᾶλλον θανούμεθα, ἱδρῶτας ἀρετῆς πρότερον, καὶ νῦν ἀνδραγαθίας αἷμα, τῷ Θεῷ προσενέγκαντες. Οὕτω παρρησιασαμένους οὐκ ἐνεγκὼν ὁ ἀλιτήριος, ἀλλὰ πρὸς τὸ γενναῖον τοῦ φρονήματος ὀξύτατα κινηθείς, πολλαῖς αὐτοὺς περιέβαλε πληγαῖς καὶ βασάνοις· ὧν τὸ μεγαλόψυχον καὶ γενναῖον καὶ τῷ τυράννῳ ἄξιον θαύματος ἐνομίσθη. ὡς δὲ μετὰ πολλὰς τιμωρίας πείθειν οὐκ εἶχεν, οὔτε ὑποδεῖξαί τις αὐτῷ τὸν Βαρλαὰμ ἠνείχετο, λαβὼν τούτους, ἐπὶ τὸν βασιλέα κελεύει τυπτομένους καὶ προπηλακιζομένους ἄγεσθαι, βαστάζοντας καὶ τὴν πήραν τῶν λειψάνων.