Ὁ Ἰωάσαφ δέ, μετὰ τὸ ἐξελθεῖν τὸν Βαρλαάμ, εὐχῇ ἑαυτὸν ἐδίδου καὶ δάκρυσι θερμοτάτοις, καὶ ἔλεγεν· Ὦ Θεός, εἰς τὴν βοήθειαν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον, ὅτι σοι ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ἦσθα βοηθός· ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, σῶσόν με καὶ ἐνίσχυσόν με τὸν ἀνάξιον τοῦ πορευθῆναι τὴν ὁδὸν τῶν ἁγίων σου ἐντολῶν, ὅτι ἐγὼ μὲν ἀσθενὴς καὶ ταλαίπωρος καὶ ποιῆσαι τὸ ἀγαθὸν οὐχ ἱκανός· σὺ δὲ σώζειν με δυνατός, ὁ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα συγκρατῶν καὶ συνέχων. μὴ ἐάσῃς με ὀπίσω τῶν θελημάτων τῆς σαρκὸς τῶν πονηρῶν πορεύεσθαι· ἀλλὰ τὸ σὸν δίδαξον ποιεῖν θέλημα, καὶ συντήρησόν με εἰς τὴν αἰώνιόν σου καὶ μακαρίαν ζωήν. ὦ Πάτερ, καὶ Υἱέ, καὶ θεῖον Πνεῦμα, ἡ ὁμοούσιος καὶ ἀδιαίρετος Θεότης, σὲ ἐπικαλοῦμαι καὶ σὲ δοξάζω· σὲ γὰρ ὑμνεῖ πᾶσα κτίσις, καὶ σὲ δοξολογοῦσιν αἱ νοεραὶ τῶν ἀσωμάτων δυνάμεις εἰς τοὺς αἰῶνας. ἀμήν. Ἔκτοτε οὖν πάσῃ φυλακῇ ἐτήρει ἑαυτόν, καθαρότητα ψυχῆς τε καὶ σώματος ἑαυτῷ περιποιούμενος, ἐγκρατείᾳ τε συζῶν καὶ προσευχαῖς ὁλονύκτοις καὶ δεήσεσιν.ἡμέρας μὲν γὰρ πολλάκις περικοπτόμενος τῇ τε τῶν συνόντων αὐτῷ συναυλίᾳ, ἔσθ’ ὅτε καὶ τῇ τοῦ βασιλέως πρὸς αὐτὸν ἐπιδημίᾳ ἢ τῇ αὐτοῦ εἰς ἐκεῖνον μετακλήσει, ἡ νὺξ αὐτῷ τὰ τῆς ἡμέρας ἀνεπλήρου ὑστερήματα, ἐν εὐχαῖς καὶ δάκρυσι μέχρι διαφαύματος ἱσταμένου αὐτοῦ καὶ τὸν Θεὸν ἐπικαλουμένου· ὅθεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα ἐπ’ αὐτὸν ἐπληροῦτο· Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Ὁ δὲ Ζαρδὰν ἐκεῖνος, τὴν τοιαύτην αὐτοῦ αἰσθόμενος διαγωγὴν καὶ λύπης πληρούμενος, μερίμναις τε δειναῖς τὴν ψυχὴν βαλλόμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειε· τέλος, τῇ ἀνίᾳ καταπονηθείς, εἰς τὸν ἑαυτοῦ ἀπεδήμησεν οἶκον, ἀρρωστεῖν προσποιούμενος. ὡς δὲ εἰς γνῶσιν τῷ βασιλεῖ τοῦτο ἐληλύθει, ἄλλον μὲν ἀντ’ αὐτοῦ τῶν πιστοτάτων καθυπηρετεῖν τῷ υἱῷ ἐξαπέστειλεν· αὐτὸς δέ, τῆς τοῦ Ζαρδὰν ἐπιμελούμενος ὑγείας, ἰατρὸν αὐτῷ πέμπει δοκιμώτατον καὶ φροντίδος ὅτι πολλῆς ἀξιοῖ θεραπευθῆναι. Ὁ δὲ ἰατρός, ἐπεὶ τῷ βασιλεῖ οὗτος κεχαρισμένος ἦν, ἐπιμελῶς ἐπεσκέψατο, καί, ἄριστα διαγνοὺς τὰ κατ’ αὐτόν, τῷ βασιλεῖ θᾶττον ἀναγγέλλει, ὡς Ἐγώ, φησί, οὐδενὸς νοσήματος αἴτιον ἐν τῷ ἀνθρώπῳ εὑρεῖν δεδύνημαι· ἔνθεν τοι καὶ ὑπολαμβάνω, ἀθυμίᾳ τινὶ τὴν ψυχὴν βληθέντα, τοῦτον μαλακισθῆναι. ὁ δὲ βασιλεύς, τούτων ἀκούσας τῶν ῥημάτων, ὑπέλαβε βαρέως αὐτῷ τὸν υἱὸν διατεθῆναι, καὶ τούτου χάριν λυπηθέντα αὐτὸν ὑποχωρῆσαι. μαθεῖν δὲ τὸ πρᾶγμα ἀκολούθως βουλόμενος, δεδήλωκε τῷ Ζαρδάν,ὡς Αὔριον ἐλεύσομαι, φησί, θεωρῆσαί σε, καὶ τὰ τῆς ἐπισυμβάσης σοι διαγνῶναι ἀρρωστίας. Ὁ Ζαρδὰν δέ, ταύτης ἀκούσας τῆς ἀγγελιας, ἅμα πρωὶ περιβαλλόμενος αὐτοῦ τὸ ἱμάτιον, πορεύεται πρὸς τὸν βασιλέα. καὶ εἰσελθὼν προσεκύνησεν αὐτῷ ἐπὶ τῆς γῆς. ὁ δὲ βασιλεύς, Τί, φησί, παρεβιάσω ἑαυτὸν παραγενέσθαι; αὐτὸς γὰρ ἤθελον ἐπισκέψασθαί σε, καὶ πᾶσι γνωρίσαι τὴν πρὸς σέ μου φιλίαν. ὁ δὲ ἀντέφησεν· Ἡ ἐμή, βασιλεῦ, ἀσθένεια οὐκ ἔστι τῶν συνήθων ἀνθρώποις ἀρρωστιῶν· ἀλλ’ ἐκ λυπηρᾶς καὶ ἐμμερίμνου ψυχῆς τῆς καρδίας ὀδυνωμένης συνωδυνήθη τὸ σῶμα. ἀφροσύνη δέ μοι ἦν οὕτως ἔχοντά με μὴ δουλικῶς πρὸς τὸ σὸν παραγενέσθαι κράτος, ἀλλὰ τὴν σὴν βασιλείαν προσμένειν ἕως ἐμοῦ τοῦ οἰκέτου σκυλῆναι. τοῦ βασιλέως οὖν πυνθανομένου τίς ἡ τῆς ἀθυμίας αὐτοῦ αἰτία, ὑπολαβὼν ὁ Ζαρδάν, Μέγας ἐμοὶ κίνδυνος, ἔφη· καὶ μεγάλων ἐγὼ τιμωριῶν ἄξιος, πολλῶν δὲ θανάτων ἔνοχος καθέστηκα, ὅτι σοῦ τοῖς προστάγμασιν ἀμελῶς διατεθεὶς ἀνίας σοι πολλῆς ὅσον οὐδέπω πρόξενος γέγονα. Αὖθις δὲ ὁ βασιλεύς, Καὶ τίνα σὺ ἀμέλειαν ἠμέληκας; ἤρετο· τί δὲ τὸ περιέχον σε δέος; Ἐν τῇ περὶ τὸν κύριόν μου τὸν υἱόν σου ἀκριβείᾳ ἠμέληκα, ἔφη. πονηρὸς γὰρ ἄνθρωπος καὶ γόης ἐλθὼν ὡμίλησεν αὐτῷ τὰ τῆς θρησκείας τῶν Χριστιανῶν. εἶτα διηγεῖται κατὰ μέρος τῷ βασιλεῖ τὰ λαληθέντα παρὰ τοῦ γέροντος πρὸς τὸν υἱὸν αὐτοῦ, καὶ μεθ’ ὅσης ἡδονῆς ἐκεῖνος τὸν λόγον ἐδέξατο, καὶ ὡς ὅλος τοῦ Χριστοῦ ἐγεγόνει.πρὸς δὲ καὶ τὴν κλῆσιν ἐδήλου τοῦ γέροντος, Βαρλαὰμ τοῦτον καλεῖσθαι εἰπών. ἀκηκόει γὰρ καὶ πρότερον ὁ βασιλεὺς τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τῆς ἀκροτάτης ἀσκήσεως αὐτοῦ. ὡς δ’ εἰς ἀκοὰς ταῦτα ἦλθε τῷ βασιλεῖ, κλόνῳ εὐθὺς ἐκ τῆς περιπεσούσης αὐτῷ ἀθυμίας βάλλεται, καὶ θυμοῦ πληροῦται, μικροῦ καὶ ἀποπήγνυται τῷ ἀκούσματι. καὶ αὐτίκα προσκαλεῖται Ἀραχήν τινα οὕτω λεγόμενον, ὃς καὶ τῶν δευτερείων μετὰ τὸν βασιλέα ἠξιοῦτο, καὶ πρῶτος αὐτῷ ἐν πάσαις ταῖς ἀποκρύφοις συμβουλίαις ἐτύγχανεν· ἅμα δὲ καὶ τῆς ἀστρολογίας ἐπιστήμων ἦν ὁ ἀνήρ. πρὸς ὃν παραγενόμενον τὸ συμβὰν ὁ βασιλεὺς σὺν ἀθυμίᾳ πολλῇ καὶ ἀδημονίᾳ διηγεῖται. ὁ δέ, τὸν τάραχον αὐτοῦ καὶ τὴν σύγχυσιν τῆς ψυχῆς θεασάμενος, Ἀτάραχά σοι, φησί, ἔστω καὶ ἄλυπα, Ὦ βασιλεῦ· οὐκ ἀνέλπιστον γὰρ ἡμῖν ἔτι τὸ μεταπεσεῖν αὐτόν· ἀλλὰ καὶ λίαν βεβαιότατα γινώσκω θᾶττον αὐτὸν καὶ ἐξαρνήσασθαι τὴν τοῦ πλάνου ἐκείνου διδασκαλίαν, καὶ τῷ σῷ συνθέσθαι θελήματι. Τούτοις οὖν τοῖς ῥήμασι τὸν βασιλέα εἰς τὸ εὐθυμότερον ὁ Ἀραχὴς μεταβαλών, τῇ περὶ τὸ πρᾶγμα διασκέψει μελέτην ἐποιοῦντο. Καὶ τοῦτο, φησίν, ὦ βασιλεῦ, πρὸ πάντων ποιήσωμεν· καταλαβεῖν σπεύσωμεν τὸν δεινὸν Βαρλαάμ. καὶ εἰ τούτου ἐπιτύχωμεν,