ἅμα δὲ καὶ ὑφορώμενος μὴ δῆλα τὰ περὶ αὐτὸν ὁ Ζαρδὰν ἐκεῖνος τῷ βασιλεῖ ποιήσηται καὶ τιμωρίαις αὐτὸν ὑποβάλῃ, λέγει πρὸς αὐτόν· Ἐπείπερ σοι τοῦτο ἔδοξε, πάτερ πνευματικὲ καὶ διδασκάλων ἄριστε καὶ καλοῦ παντὸς ἐμοὶ πρόξενε, τοῦ καταλιπεῖν με τῇ τοῦ κόσμου ματαιότητι συναναστρέφεσθαι καὶ σὲ πορευθῆναι εἰς τὸν τῆς πνευματικῆς ἀναπαύσεως τόπον, οὐκ ἔτι σε κατέχειν καὶ παρεμποδίζειν τολμῶ. ἄπιθι οὖν τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος, καὶ τῆς ἐμῆς ἀθλιότητος ἐν ταῖς τιμίαις σου εὐχαῖς διὰ παντὸς μέμνησο διὰ τὸν Κύριον, ἵνα δυνηθῶ καταλαβεῖν σε καὶ τὸ σὸν βλέπειν τίμιον πρόσωπον πάντοτε. ποίησον δέ μου μίαν αἴτησιν· καί, ἐπείπερ οὐκ ἠθέλησάς τι λαβεῖν ὑπὲρ τῶν συνασκητῶν σου, δέξαι κἂν ὑπὲρ σεαυτοῦ μικρόν τι χρῆμα εἰς διατροφὴν καὶ ἱμάτιον εἰς ἀμφίασιν. ὁ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Εἰ ὑπὲρ τῶν ἀδελφῶν μου οὐκ ἐδεξάμην τι παρὰ σοῦ ʽοὐδὲ γὰρ ἐκεῖνοι χρῄζουσιν ἐπιλαβέσθαι τῶν ὑλῶν τοῦ κόσμου ὧν ἑκόντες ἐμάκρυναν̓, πῶς ἐμαυτῷ περιποιήσομαι ὅπερ ἐκείνοις ἀπηγόρευσα; εἰ μὲν γὰρ καλὸν ἦν ἡ τῶν χρημάτων κτῆσις, ἐκείνοις ἂν πρὸ ἐμοῦ τούτων μετέδωκα· ἐπεὶ δὲ ὀλεθρίαν τὴν αὐτῶν ἐπίσταμαι κτῆσιν, οὔτε ἐκείνους, οὔτε μὴν ἐμαυτὸν τοῖς τοιούτοις ὑποβαλῶ βρόχοις. Ὡς δὲ καὶ ἐν τούτῳ πείθειν οὐκ εἶχε, δευτέρας ἱκετηρίας ἀρχή, καὶ δευτέραν πάλιν αἴτησιν ποιεῖται,μὴ πάντη αὐτοῦ παριδεῖν τὰς δεήσεις, μηδὲ πᾶσαν αὐτῷ καταχέαι τὴν ἀθυμίαν, ἀλλὰ καταλιπεῖν αὐτῷ τὸ ἐρρικνωμένον ἱμάτιον ἐκεῖνο καὶ τραχὺ παλλίον, ἅμα μὲν εἰς μνήμην τῆς τοῦ διδασκάλου ἀσκήσεως, ἅμα δὲ εἰς φυλακτήριον αὐτῷ ἀπὸ πάσης σατανικῆς ἐνεργείας, λαβεῖν δὲ παρ’ αὐτοῦ ἕτερον ἀντ’ ἐκείνου· Ὡς ἄν, τὸ παῤ ἐμοῦ, φησί, δοθὲν ὁρῶν, τὴν ἐμὴν ἐπὶ μνήμης φέρῃς ταπεινότητα. Ὁ δὲ γέρων ἔφη· Τὸ μὲν παλαιὸν καὶ διερρωγὸς δοῦναί σοι καὶ λαβεῖν καινὸν ἔνδυμα, οὐ θέμις, ἵνα μὴ τοῦ μικροῦ κόπου μου τὴν ἀμοιβὴν ἐνθάδε ἀπολαβεῖν κατακριθῶ· ἵνα δέ σου τὴν προθυμίαν μὴ ἐγκόψω, παλαιὰ καὶ μηδὲν τῶν ἐμῶν διαφέροντα ἔστωσαν τὰ διδόμενά μοι παρὰ σοῦ. ζητήσας δὲ ὁ τοῦ βασιλέως υἱὸς τρίχινα ῥάκη παλαιά, καὶ ταῦτα δοὺς τῷ γέροντι, τὰ ἐκείνου λαβὼν ἔχαιρε, πάσης πορφύρας καὶ βασιλικῆς ἁλουργίδος τιμιώτερα ταῦτα ἀσυγκρίτως ἡγούμενος. Ὁ δὲ θειότατος Βαρλαάμ, ἀπιέναι ὅσον οὔπω βουλόμενος, τὰ τῆς ἐκδημίας ὡμίλει, καὶ τελευταίαν αὐτῷ διδασκαλίαν προσῆγεν· Ἀδελφέ, λέγων, ἠγαπημένε καὶ τέκνον γλυκύτατον, ὃ διὰ τοῦ Εὐαγγελίου ἐγέννησα, οἶδας τίνι ἐστρατεύθης βασιλεῖ καὶ πρὸς τίνα τὰς ὁμολογίας σου διέθου. δεῖ οὖν βεβαίας ταύτας φυλάξαι, καὶ τὰ τῆς στρατείας προθύμως τελέσαι, ὅσα ὑπέσχου ἐν τῇ τῆς ὁμολογίας χάρτῃ τῷ πάντων Δεσπότῃ,πάσης παρούσης τῆς ἐπουρανίου στρατιᾶς καὶ συμμαρτυρούσης, ἅμα δὲ καὶ ἀπογραφομένης τὰ ὁμολογηθέντα, ἅτινα φυλάττων μακάριος ἔσῃ. μηδὲν οὖν τῶν παρόντων Θεοῦ καὶ τῶν αὐτοῦ προκρίνῃς ἀγαθῶν. τί γὰρ ἂν οὕτω φοβερὸν εἴη τῶν παρόντων, ὡς γέεννα πυρὸς αἰωνίου, μήτε τοῦ καίοντος ὅλως φῶς ἔχοντος, μήτε τοῦ κολάζοντός ποτε λήγοντος; τί δὲ πάλιν τῶν τοῦ κόσμου καλῶν τηλικοῦτον εὐφράνοι, ὡς Θεὸς αὐτὸς ἐκεῖνος τοῖς ἀγαπήσασι χαριζόμενος; οὗπερ τὸ κάλλος μὲν ἄφατον, δυναστεία δὲ ἄμαχος καὶ ἡ δόξα ἀΐδιος· οὗπερ τὰ ἀγαθά, τὰ τοῖς αὐτοῦ φίλοις ἀποκείμενα, πάντων τῶν ὁρωμένων ἀσυγκρίτως ὑπερέχει, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ὧν κληρονόμος ἀναδειχθείης, τῇ τοῦ Θεοῦ φρουρούμενος κραταιοτάτῃ χειρί.Ὁ δὲ τοῦ βασιλέως υἱός, δάκρυσι συγκεχυμένος, ἠνιᾶτο καὶ ἤσχαλλε, φιλοστόργου πατρὸς καὶ διδασκάλου ἀρίστου ἀπολειφθῆναι μὴ ἀνεχόμενος· Καὶ τίς μοι, φησίν, ὦ πάτερ, τὴν σὴν πληρώσει τάξιν; ὑπὸ τίνι δὲ ἐγὼ τοιούτῳ ποιμένι καὶ ὁδηγῷ ψυχικῆς σωτηρίας γενήσομαι; τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου; ἰδοὺ γὰρ ἐμὲ τὸν πονηρὸν δοῦλον καὶ ἀποστάτην τῷ Θεῷ προσήγαγες, καὶ εἰς υἱοῦ καὶ κληρονόμου κατέστησας τάξιν, καὶ τὸν ἀπολωλότα καὶ ὀρειάλωτον, τὸν παντὶ θηρίῳ ἕτοιμον εἰς βοράν, ἐζήτησας, καὶ τοῖς ἀπλανέσι κατέμιξας Θεοῦ προβάτοις· καὶ ἔδειξάς μοι τὴν ἐπίτομον τῆς ἀληθείας ὁδόν, ἐξαγαγών με τοῦ σκότους καὶ τῆς σκιᾶς τοῦ θανάτου, καί, τοὺς πόδας μου μεταγαγὼν ἐκ τῆς ὀλισθηρᾶς καὶ θανατηφόρου καὶ σκολιωτάτης καὶ καμπύλης ἀτραποῦ, μεγάλων καὶ θαυμασίων μοι γέγονας πρόξενος ἀγαθῶν, καὶ ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι. μεγάλων καὶ αὐτὸς ὑπὲρ ἐμοῦ τοῦ μικροῦ μετάσχοις τοῦ Θεοῦ δωρεῶν· καὶ τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος, ὁ μόνος νικῶν ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς αὐτὸν ἀγαπῶντας. Ὁ δὲ Βαρλαάμ, τῆς θρηνῳδίας αὐτὸν ἐκκόπτων, ἀναστὰς εἰς εὐχὴν ἵστατο, καὶ τὼ χεῖρε εἰς οὐρανοὺς διάρας· Ὁ Θεός, ἔλεγε, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ φωτίσας τὰ πρὶν ἐσκοτισμένα,καὶ τὴν ὁρατὴν ταύτην καὶ ἀόρατον κτίσιν ἐκ τοῦ μὴ ὄντος παραγαγών, ὁ τὸ σὸν ἐπιστρέψας πλάσμα καὶ μὴ ἐάσας ἡμᾶς ὀπίσω τῆς ἀφροσύνης ἡμῶν πορεύεσθαι, εὐχαριστοῦμέν σοι, καὶ τῇ σῇ σοφίᾳ καὶ δυνάμει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, πεσόντας τε ἡμᾶς ἀνέστησας, καὶ πεπλημμεληκόσι τὰς ἁμαρτίας ἀφῆκας, πλανηθέντας ἐπανήγαγες, αἰχμαλωτισθέντας ἐλυτρώσω, τεθνηκότας ἐζωποίησας τῷ τιμίῳ τοῦ Υἱοῦ σου καὶ δεσποτικῷ αἵματι. σὲ οὖν ἐπικαλοῦμαι, καὶ τὸν μονογενῆ σου Υἱόν, καὶ τὸ πανάγιόν σου Πνεῦμα· ἔπιδε ἐπὶ τὸ λογικόν σου πρόβατον τοῦτο, τὸ προσελθὸν δι’ ἐμοῦ τοῦ ἀναξίου εἰς θυσίαν σοι, καὶ ἁγίασον αὐτοῦ τὴν ψυχὴν τῇ σῇ δυνάμει καὶ χάριτι· ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν φυτευθεῖσαν διὰ τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς αὐτὴν καρποφορῆσαι καρπὸν δικαιοσύνης· ἐνίσχυσον αὐτόν, βεβαιῶν ἐν αὐτῷ τὴν διαθήκην σου, καὶ ἐξελοῦ τῆς ἀπάτης τοῦ διαβόλου. τῇ σοφίᾳ τοῦ ἀγαθοῦ σου Πνεύματος δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, καὶ τὴν βοήθειάν σου μὴ ἀφέλῃς ἀπ’ αὐτοῦ, ἀξιῶν σὺν ἐμοὶ τῷ ἀχρείῳ σου οἰκέτῃ τῶν ἀτελευτήτων σου ἀγαθῶν κληρονόμον γενέσθαι, ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. ἀμήν. Τελέσας δὲ τὴν εὐχὴν καὶ ἐπιστραφείς, κατησπάσατο τὸ τέκνον ἤδη τοῦ ἐπουρανίου Πατρός.