τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ ἡ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως. Ὁ δὲ Βαρλαὰμ φησίν. Ἡ μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἡ ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ προστάξει τοῦ Δημιουργοῦ εἴκουσα, ἐφ’ οἷς οὐδείς ἐστιν ὁ μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ· ἀλλ’ ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα. εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ’ εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων. τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων ἢ σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον. τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος,ὅπερ οὐδόλως, ἐξ ὅτου ἐνδυσόμεθα, ἐκδύσασθαι θέμις, μέχρις ἂν παλαιωθὲν τέλεον διαφθαρῇ. οὕτω γὰρ ταῖς τοῦ κρύους καὶ φλογώσεως ἀνάγκαις ταλαιπωρούμενοι τὴν τῶν μελλόντων τῆς ἀφθαρσίας ἐνδυμάτων ποριζόμεθα ἑαυτοῖς ἀμφίασιν. Τοῦ δὲ Ἰωάσαφ εἰπόντος· Πόθεν δέ σου τοῦτο τὸ ἱμάτιον ὃ περιβέβλησαι; ὁ γέρων ἔφη· Ἐν χρήσει τοῦτο παρά τινος τῶν πιστῶν ἀδελφῶν εἴληφα, τὴν πρός σε μέλλων πορείαν ποιήσασθαι· οὐ γὰρ ἔδει με τῷ συνήθει ἐνδύματι παραγενέσθαι. καθάπερ τις ἔχων προσφιλέστατον συγγενῆ αἰχμάλωτον ἐν ἀλλοδαπεῖ ἀπαχθέντα ἔθνει, καὶ τοῦτον βουλόμενος ἐκεῖθεν ἐξαγαγεῖν, ἀποθέμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τὸ τῶν ὑπεναντίων ὑποδὺς προσωπεῖον τὴν ἐκείνων καταλάβοι χώραν, καὶ πολυτρόπως τὸν οἰκεῖον τῆς πικρᾶς ἐλευθερώσειε τυραννίδος· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ τὰ κατά σε μυηθείς, τοῦτο περιθέμενος τὸ σχῆμα, ἦλθον τὸν σπόρον τοῦ θείου κηρύγματος τῇ σῇ καταβαλεῖν καρδίᾳ, καὶ τῆς δουλείας λυτρώσασθαι τοῦ δεινοῦ κοσμοκράτορος.καὶ νῦν ἰδοὺ τῇ τοῦ Θεοῦ δυνάμει, ὅσον τὸ ἐπ’ ἐμοί, τὴν διακονίαν μου πεποίηκα, τὴν αὐτοῦ καταγγείλας σοι γνῶσιν καὶ τὸ τῶν προφητῶν καὶ ἀποστόλων γνωρίσας κήρυγμα, διδάξας τε ἀπλανῶς καὶ φιλαλήθως τὴν τῶν παρόντων ματαιότητα καὶ οἵων κακῶν ὁ κόσμος γέμει, χαλεπῶς ἀπατῶν τοὺς αὐτῷ πειθομένους καὶ πολυτρόπως αὐτοὺς παγιδεύων. λοιπὸν πορευθῆναί με δεῖ ὅθεν ἐλήλυθα. καὶ τηνικαῦτα, τὸ ἀλλότριον ἀποθέμενος σχῆμα, τὸ ἴδιον ἔσομαι ἐνδεδυμένος. Δυσωπεῖ τοίνυν τὸν γέροντα ὁ Ἰωάσαφ ὀφθῆναι αὐτῷ τῷ συνήθει αὐτοῦ ἐνδύματι. τότε ὁ Βαρλαὰμ ἀπεκδυσάμενος ὃ ἦν περιβεβλημένος ἱμάτιον, θέαμα ὤφθη φοβερὸν τῷ Ἰωάσαφ. ἦν γὰρ ἡ πᾶσα μὲν τῆς σαρκὸς ποιότης δεδαπανημένη, μεμελανωμένον δὲ τὸ δέρμα ἐκ τῆς ἡλιακῆς φλογώσεως καὶ περιτεταμένον τοῖς ὀστέοις, ὡς εἴ τις δοράν τινα περιτείνει ἐν λεπτοῖς καλάμοις· τρίχινον δέ τι ῥάκος ἐρρικνωμένον καὶ λίαν τρ ιχὺ περιεζώννυτο ἐξ ὀσφύος μέχρι γονάτων· ὅμοιον δὲ τούτου παλλίον περιεβέβλητο κατὰ τῶν ὤμων. Ὑπερθαυμάσας δὲ ὁ Ἰωάσαφ τῆς σκληρᾶς ταύτης διαγωγῆς τὸ ἐπίπονον, καὶ τὸ τῆς καρτερίας ὑπερβάλλον ἐκπλαγείς, σφοδρῶς ἐδάκρυε, καί φησι πρὸς τὸν γέροντα· Ἐπεί με τῆς πικρᾶς τοῦ διαβόλου δουλείας ἐλευθερῶσαι ἥκεις, τέλος σου τῇ εὐεργεσίᾳ ἐπιθεὶς Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου,καί, παραλαβών με μετὰ σοῦ, ἄγωμεν ἐντεῦθεν, ἵνα τέλεον λελυτρωμένος τῆς τοῦ κόσμου ἀπάτης τὴν σφραγῖδα τηνικαῦτα δέξωμαι τοῦ σωτηρίου βαπτίσματος, καὶ κοινωνός σοι τῆς θαυμαστῆς ταύτης φιλοσοφίας καὶ ὑπερφυοῦς ἀσκήσεως γένωμαι. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Νεβρὸν δορκάδος ἔτρεφέ τις τῶν πλουσίων. αὐξηθεῖσα δὲ αὕτη τὰς ἐρήμους ἐπόθει, τῇ φυσικῇ ἑλκομένη ἕξει. ἐξελθοῦσα τοίνυν ἐν μιᾷ, εὑρίσκει ἀγέλην δορκάδων βοσκομένων καὶ ἐχομένη τούτων περιῆγεν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, ὑποστρέφουσα μὲν τὸ πρὸς ἑσπέραν, ἅμα δὲ πρωΐ, τῇ τῶν ὑπουργούντων ἀμελείᾳ, ἐξερχομένη καὶ τοῖς ἀγρίοις συναγελάζουσα. ἐκείνων δὲ πορρωτέρω μεταθεμένων νέμεσθαι, συνηκολούθησε καὶ αὐτή. οἱ δὲ τοῦ πλουσίου ὑπηρέται, τοῦτο αἰσθόμενοι, ἐφ’ ἵππων ἀναβάντες, κατεδίωξαν ὀπίσω αὐτῶν, καὶ τὴν μὲν ἰδίαν δορκάδα ζωγρήσαντες, καὶ ἐπαναστρέψαντες οἴκαδε, ἀπρόϊτον τοῦ λοιποῦ ἔθεντο· τῆς δὲ λοιπῆς ἀγέλης τὰς μὲν ἀπέκτειναν, τὰς δὲ κακῶς διέθεντο. τὸν αὐτὸν δὴ τρόπον δέδοικα γενέσθαι καὶ ἐφ’ ἡμᾶς, εἰ συνακολουθήσεις μοι· μήποτε καὶ τῆς σῆς ἀποστερηθῶ συνοικήσεως, καὶ κακῶν πολλῶν τοῖς ἑταίροις μου γένωμαι πρόξενος κρίματός τε αἰωνίου τῷ σῷ γεννήτορι. ἀλλὰ τοῦτό σε βούλεται ὁ Κύριος, νῦν μὲν σημειωθῆναι τῇ σφραγῖδι τοῦ θείου βαπτίσματος, καὶ μένειν ἐπὶ χώρας, πάσης ἀντεχόμενον εὐσεβείας καὶ τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐργασίας.ἐπὰν δὲ δῴη καιρὸν ὁ πάντων δοτὴρ τῶν καλῶν, τηνικαῦτα καὶ ἐλεύσῃ πρὸς ἡμᾶς, καὶ τὸ ὑπόλοιπον τῆς παρούσης ζωῆς ἀλλήλοις συνοικήσαιμεν. πέποιθα δὲ τῷ Κυρίῳ καὶ ἐν τῇ μελλούσῃ διαγωγῇ ἀδιαστάτους ἡμᾶς εἶναι. Αὖθις δὲ ὁ Ἰωάσαφ δακρύων φησὶ πρὸς αὐτόν· Εἰ τῷ Κυρίῳ ταῦτα δοκεῖ, τὸ θέλημα αὐτοῦ γενέσθω. τελειώσας οὖν με λοιπὸν τῷ θείῳ βαπτίσματι, καὶ λαβὼν παρ’ ἐμοῦ χρήματα καὶ ἱμάτια εἰς διατροφὴν καὶ ἀμφίασιν σοῦ τε καὶ τῶν ἑταίρων σου, ἄπελθε εἰς τὸν τόπον τῆς ἀσκήσεώς σου, τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος. κἀμοῦ μὴ διαλίπῃς ὑπερευχόμενος, ἵνα μὴ ἐκπέσοιμι τῆς ἐλπίδος μου, ἀλλὰ θᾶττον ἰσχύσω καταλαβεῖν σε καὶ ἐν ἡσυχίᾳ βαθ̔??ʼᾳ τῆς παρὰ σοῦ ἀπολαύειν ὠφελείας. Ὁ δὲ Βαρλαὰμ ἔφη· Τὴν μὲν τοῦ Χριστοῦ σε λαβεῖν σφραγῖδα τὸ κωλῦον οὐδέν. εὐτρέπισον λοιπὸν σεαυτόν· καί, τοῦ Κυρίου συνεργοῦντος, τελειωθήσῃ. περὶ ὦν δὲ εἶπας χρημάτων τοῖς ἑταίροις μου παρασχεῖν, πῶς ἔσται τοῦτο, σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι; οἱ πλούσιοι γὰρ ἀεὶ τοὺς πένητας εὐεργετοῦσιν, οὐ μὴν δὲ οἱ ἄποροι τοὺς εὐπόρους. ὁ γὰρ ἔσχατος πάντων τῶν ἑταίρων μου πλουσιώτερός σου ἀσυγκρίτως καθέστηκεν. ἀλλὰ πέποιθα εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καί σε ὅσον οὕπω ὑπερπλουτῆσαι· καὶ οὐκ εὐμετάδοτος τηνικαῦτα ἔσῃ. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Σαφήνισόν μοι τὸν λόγον, πῶς ὁ πάντων ἔσχατος τῶν σῶν ἑταίρων ὑπέρκειταί μου τῷ πλούτῳ, οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι