πρὸς ὃν ἔφη ὁ λαμπρὸς τὴν ψυχὴν ἐκεῖνος· Τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν Θεόν, καὶ Ἰησοῦν Χριστὸν τὸν μονογενῆ αὐτοῦ Υἱὸν καὶ τὸ Ἅγιον καὶ ζωοποιὸν Πνεῦμα. Ὁ τοίνυν βασιλεύς, τῆς ἁλουργίδος σύνεσιν ἔχων ἀξίαν, ἔφη πρὸς αὐτόν· Καὶ τί τὸ κωλῦσάν σε μέχρι τοῦ νῦν μὴ γνωρίσαι μοι περὶ τούτων; οὐκ ἀναβολῆς γὰρ καὶ ὑπερθέσεως ἄξιά μοι δοκεῖ ὑπάρχειν ταῦτα, εἴ γε ἀληθῆ τυγχάνει· εἰ δὲ ἀμφίβολά ἐστιν, ἐμπόνως δεῖ ζητῆσαι μέχρις ὅτου τὸ ἀναμφίλεκτον εὕροιμι. Οὐκ ἀμελείᾳ, φησὶν ὁ ἀνήρ, ἢ ῥᾳθυμίᾳ συνεχόμενος, περὶ τούτων ὤκνησά σοι γνωρίσαι, ἀληθῆ περ ὄντα καὶ πάντη ἀναμφίλεκτα, ἀλλὰ τὸ ὑπερέχον αἰδούμενος τῆς σῆς δόξης, μή ποτε ὀχληρότερός σοι φανείην· εἰ οὖν προστάσσεις τῷ σῷ οἰκέτῃ ὑπομιμνήσκειν σοι εἰς τὸ ἑξῆς περὶ τούτων τῷ σῷ ἔσομαι καθυπηρετῶν προστάγματι. Ναί, φησὶν ὁ βασιλεύς, μὴ καθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ ἐφ’ ἑκάστης ὥρας τὴν τούτων μνήμην διηνεκῶς ἀνακαίνιζε· οὐκ ἀμελῶς γὰρ χρὴ τούτοις προσέχειν, ἀλλὰ καὶ λίαν θερμῶς καὶ σπουδαίως. Ἀκηκόαμεν οὖν, φησὶν ὁ Βαρλαάμ, εὐσεβῶς τὸν βασιλέα τοῦτον ζῆσαι τὸ ἑξῆς, καὶ ἀκυμάντως τὸν παρόντα διανύσαντα βίον, τῆς μελλούσης μὴ ἀποτυχεῖν μακαριότητος. εἰ τοίνυν καὶ τῷ σῷ πατρὶ τοιαῦτά τις ἐν ἐπιτηδείῳ προσυπομνήσει καιρῷ,τάχα συνήσει καὶ γνώσεται ὅσοις συνεσχέθη κακοῖς, καὶ τούτων ἐκκλίνας ἐκλέξεται τὸ ἀγαθόν· ἐπεὶ τό γε νῦν ἔχον τυφλός ἐστι, μυωπάζων, τοῦ ἀληθινοῦ φωτὸς ἑαυτὸν ἀποστερήσας, αὐτομολῶν δὲ πρὸς τὸ τῆς ἀσεβείας σκότος. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Τὰ μὲν τοῦ ἐμοῦ πατρὸς ἄγοιτο Κύριος καθὼς κελεύει· αὐτῷ γάρ, καθὰ δὴ καὶ εἶπας, πάντα δυνατὰ καθέστηκε τὰ παρὰ ἀνθρώποις ἀδύνατα· ἐγὼ δέ, διὰ τῶν σῶν ἀνυπερβλήτων ῥημάτων, τῆς τῶν παρόντων καταγνοὺς ματαιότητος, ἀποστῆναι μὲν τούτων πάντη διανενόημαι, καὶ μετὰ σοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι, ἵνα μὴ διὰ τῶν προσκαίρων τούτων καὶ ῥευστῶν τῆς τῶν αἰωνίων καὶ ἀφθάρτων ἐκπέσω ἀπολαύσεως. Πρὸς ὃν ὁ γέρων ἀπεκρίνατο· Εἰ τοῦτο ποιήσεις, ὅμοιος ἔσῃ νεανίσκῳ τινὶ φρονιμωτάτῳ, περὶ οὗ ἀκήκοα πλουσίων γεγονέναι καὶ ἐνδόξων γονέων· ᾧτινι ὁ πατὴρ μνηστευσάμενος τὴν θυγατέρα τινὸς τῶν εὐγενείᾳ καὶ πλοῦτῳ διαφερόντων λίαν ὡραιοτάτην, κοινολογησάμενος δὲ πρὸς τὸν παῖδα περὶ τοῦ γάμου, καὶ ὅπως ἦν αὐτῷ μελετώμενα ἀπαγγείλας, ἀκούσας ἐκεῖνος, καὶ ὡς ἀπηχές τι καὶ ἄτοπον ἀποσεισάμενος τὸ πρᾶγμα, φυγὰς ᾤχετο καταλιπὼν τὸν πατέρα. πορευόμενος δὲ ξενίζεται ἐν οἰκίᾳ γηραιοῦ τινος πένητος, τοῦ καύσωνος τῆς ἡμέρας ἑαυτὸν διαναπαύων.Ἡ δὲ θυγάτηρ τοῦ πένητος, μονογενὴς οὖσα καὶ παρθένος, καθεζομένη πρὸ τῶν θυρῶν, εἰργάζετο μὲν ταῖς χερσί, τῷ δὲ στόματι ἀσιγήτως τὸν Θεὸν εὐλόγει εὐχαριστοῦσα αὐτῷ ἐκ βαθέων ψυχῆς· τῶν ταύτης δὲ ὕμνων ἀκούσας ὁ νέος ἔφη· Τί σου, γύναι, τὸ ἐπιτήδευμα; χάριν δὲ τίνος, οὕτω περ οὖσα εὐτελὴς καὶ πτωχή, ὡς ἐπί τισι μεγάλοις δωρήμασιν εὐχαριστεῖς, τὸν δοτῆρα ὑμνοῦσα; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Οὐκ οἶσθα ὅτι, καθάπερ φάρμακον μικρὸν ἐκ μεγάλων νοσημάτων πολλάκις ῥύεται τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὸ ἐπὶ τοῖς μικροῖς εὐχαριστεῖν τῷ Θεῷ μεγάλων πρόξενον γίνεται; ἐγὼ τοίνυν, θυγάτηρ οὖσα γέροντος πτωχοῦ, εὐχαριστῶ ἐπὶ τοῖς μικροῖς τούτοις καὶ εὐλογῶ τὸν Θεόν, εἰδυῖα ὡς ὁ ταῦτα δοὺς καὶ μείζονα δύναται δοῦναι. καὶ ταῦτα μὲν περὶ τῶν ἔξωθεν καὶ οὐχ ἡμετέρων,ἐξ ὧν οὔτε τοῖς πολλὰ κεκτημένοις τι προσγίνεται κέρδος ʽἵνα μὴ εἴπω ὅτι καὶ ζημία πολλάκισ̓, οὔτε τοῖς ἐλάττονα λαβοῦσιν ἐπέρχεται βλάβη, τὴν αὐτὴν ἀμφοτέρων ὁδευόντων ὁδὸν καὶ πρὸς τὸ αὐτὸ ἐπειγομένων τέλος· ἐν δὲ τοῖς ἀναγκαιοτάτοις καὶ καιριωτάτοις πολλῶν ἀπήλαυσα καὶ μεγίστων τοῦ Δεσπότου μου δωρημάτων, οὐμενοῦν ἐχόντων ἀριθμὸν ἢ εἰκασμῷ ὑποπιπτόντων. κατ’ εἰκόνα γὰρ Θεοῦ γεγένημαι καὶ τῆς αὐτοῦ γνώσεως ἠξίωμαι, καὶ λόγῳ παρὰ πάντα τὰ ζῷα κεκόσμημαι, καὶ ἐκ θανάτου πρὸς τὴν ζωὴν ἀνακέκλημαι διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τῶν αὐτοῦ μετέχειν μυστηρίων ἐξουσίαν ἔλαβον, καὶ ἡ τοῦ παραδείσου θύρα ἀνέῳκται, ἀκώλυτον, εἴπερ θελήσω, παρέχουσά μοι τὴν εἴσοδον. τῶν τοσούτων οὖν καὶ τοιούτων δωρημάτων, ὧν ἐπίσης μετέχουσι πλούσιοί τε καὶ πένητες, ἀξίως εὐχαριστῆσαι πάντη μοι ἀδύνατον,εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν οὐ προσάξω τῷ δωρησαμένῳ, ποίαν ἕξω ἀπολογίαν; Ὁ δὲ νεώτερος τὴν πολλὴν αὐτῆς ὑπερθαυμάσας σύνεσιν, τὸν αὐτῆς προσκαλεσάμενος πατέρα. Δός μοι, φησί, τὴν θυγατέρα σου· ἠγάπησα γὰρ τὴν σύνεσιν αὐτῆς καὶ εὐσέβειαν. ὁ δὲ γέρων ἔφη· Οὐκ ἔξεστί σοι ταύτην λαβεῖν τὴν πένητος θυγατέρα, πλουσίων ὄντι γονέων. αὖθις δὲ ὁ νέος, Ναί, φησί, ταύτην λήψομαι, εἴπερ οὐκ ἀπαγορεύεις· θυγάτηρ γάρ μοι μεμνήστευται εὐγενῶν καὶ πλουσίων, καὶ ταύτην ἀποσεισάμενος φυγῇ ἐχρησάμην· τῆς δὲ σῆς θυγατρὸς διὰ τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν νουνεχῆ σύνεσιν ἐρασθείς, συναφθῆναι αὐτῇ προτεθύμημαι. ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφησεν· Οὐ δύναμαί σοι ταύτην δοῦναι τοῦ ἀπαγαγεῖν ἐν τῷ οἴκῳ τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν· μονογενὴς γάρ μοί ἐστιν. Ἀλλ’ ἐγώ, φησὶν ὁ νεανίσκος, παρ’ ὑμῖν μενῶ, καὶ τὴν ὑμῶν ἀναδέξομαι πολιτείαν. εἶτα καὶ τὴν λαμπρὰν ἀποθέμενος ἐσθῆτα, τὰ τοῦ γέροντος αἰτησάμενος περιεβάλλετο. πολλὰ δὲ ἐκεῖνος ἐκπειράσας αὐτὸν καὶ ποικίλως τὸν αὐτοῦ δοκιμάσας λογισμόν, ὡς ἔγνω σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας καὶ ὡς οὐκ ἔρωτι ἀφροσύνης κατεχόμενος αἰτεῖται τὴν αὐτοῦ θυγατέρα, ἀλλ’ ἔρωτι εὐσεβείας εἵλετο πενιχρῶς ζῆν, ταύτην προκρίνας τῆς αὐτοῦ δόξης καὶ εὐγενείας, κρατήσας αὐτὸν τῆς χειρός, εἰσήγαγεν εἰς τὸ ἑαυτοῦ ταμιεῖον, καὶ ὑπέδειξε πλοῦτον πολὺν ἀποκείμενον αὐτῷ καὶ χρημάτων ἀναρίθμητον ὄγκον, ὅσον οὐ τεθέατο πώποτε ὁ νεανίσκος.