οὓς μὲν ἐκ πλούτου πρὸς πενίαν, οὓς δὲ ἐκ πενίας εἰς δόξαν, τούτους μὲν ὑπεξάγων τοῦ βίου, ἄλλους δὲ αὖθις ἀντεισάγων, τινὰς μὲν σοφοὺς καὶ συνετοὺς ἀποδοκιμάζων, ἀτίμους τε καὶ εὐτελεῖς τοὺς τιμίους καὶ περιφανεῖς ἐργαζόμενος, ἄλλους δὲ ἀσόφους τε καὶ ἀσυνέτους ἐπὶ θρόνου καθίζων δόξης, τιμίους τε τοὺς ἀτίμους καὶ ἀφανεῖς πᾶσι δεικνύων. Καὶ ἔστιν ἰδεῖν τὸ τῶν ἀνθρώπων γένος μηδόλως κατὰ πρόσωπον τῆς αὐτοῦ ἀπηνοῦς τυραννίδος ἔχον στάσιν· ἀλλ’, ὡς ὅταν περιστερά, φεύγουσα ἀετὸν εἴτε ἱέρακα, τόπους ἐκ τόπων ἀμείβῃ, νῦν μὲν τούτῳ τῷ δένδρῳ, αὖθις ἐκείνῳ τῷ θάμνῳ, εἶτ’ εὐθὺς τρώγλαις τῶν πετρῶν καὶ παντοίαις ἀκάνθαις ἑαυτὴν προσαράσσουσα, καὶ οὐδαμοῦ εὑρίσκουσα προσφύγιον ἀσφαλές, ἐν σάλῳ καὶ ταλαντώσει ταλαιπωρεῖται διηνεκεῖ, οὕτως εἰσὶν οἱ τοῖς παροῦσιν ἐπτοημένοι, ὑφ̓ ὁρμῆς μὲν ἀλογίστου ἀθλίως πονοῦντες, μηδόλως δέ τι ἔχοντες βέβαιον ἢ ἀσφαλές, μήτ’ ἐπιστάμενοι εἰς ὁποῖον καταντῶσι τέλος, καὶ ποῦ τούτους ὁ μάταιος ἄγει βίος, ᾧ καθυπέταξαν ἑαυτοὺς λίαν δυστυχῶς καὶ ἀθλίως, πονηρὰ μὲν ἑλόμενοι ἀντὶ ἀγαθῶν, μετελθόντες δὲ κακίαν ἀντὶ χρηστότητος, ἢ τίς ὁ τὰς ψυχρὰς τῶν πολλῶν καὶ μοχθηρῶν αὐτῶν καμάτων διαδεξάμενος ἐπικαρπίας, εἴτε οἰκεῖος, εἴτε ἀλλότριος· καὶ πολλάκις οὐδὲ φίλος ὅλως ἢ γνωστός, ἀλλ’ ἐχθρὸς καὶ πολέμιος. Ταῦτα πάντα καὶ τὰ τούτοις ἑπόμενα διακρίνας ἐν τῷ τῆς ψυχῆς κριτηρίῳ, ἐμίσησα τὸν σύμπαντά μου βίον τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆς πόνοις προστετηκώς.ἀποβαλλομένῳ δέ μοι τῆς ψυχῆς τὴν τούτων προσπάθειαν καὶ ἀπορρίψαντι κατέφανη τὰ τῷ ὄντι ἀγαθά, τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν αὐτοῦ τὸ θέλημα. τοῦτο γὰρ ἔγνων πάντων τῶν ἀγαθῶν κεφάλαιον ὑπάρχειν· τοῦτο καὶ ἀρχὴ σοφίας λέγεται καὶ σοφία τετελειωμένη· ζωὴ γάρ ἐστιν ἄλυπος καὶ ἀνεπηρέαστος τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. ἐπιστήσας οὖν μου τὸν λογισμὸν τῇ ἀπλανεστάτῃ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ γνοὺς ἀκριβῶς μηδὲν ἐν αὐτῇ σκολιὸν ἢ στραγγαλιῶδες ὑπάρχειν, μήτε φαράγγων καὶ σκοπέλων ἀκανθῶν τε καὶ τριβόλων πεπληρωμένην, ἀλλ’ ὅλην λείαν καθεστηκέναι καὶ ὁμαλήν, τέρπουσαν μὲν τοὺς ὀφθαλμοὺς τῶν αὐτὴν ὁδευόντων ταῖς φανοτάταις θεωρίαις ὡραΐζουσαν δὲ τοὺς πόδας, καὶ ὑποδύουσαν τὴν ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης, τοῦ ἀσφαλῶς τε καὶ συντόμως βαδίζειν· ἥνπερ πάντων δικαίως προέκρινα, καὶ οἰκοδομεῖν ἠρξάμην τὴν πεσοῦσάν μου τῆς ψυχῆς καὶ φθαρεῖσαν οἰκίαν. Οὕτως μου τὰ κατ’ ἐμαυτὸν διατιθεμένου καὶ τὸ σφαλερὸν τοῦ νοὸς ἐπανορθοῦντος, ῥημάτων ἀκήκοα σοφοῦ τινος διδασκάλου τοιαῦτά μοι ἐμβοῶντος· Ἐξέλθετε, ἔφη, πάντες οἱ ποθοῦντες σωθῆναι·ἀποχωρίσθητε τῆς ματαιότητος τοῦ κόσμου· παράγει γὰρ τὸ σχῆμα αὐτοῦ μικρὸν ὅσον, καὶ ἰδοὺ οὐκ ἔσται. ἐξέλθετε ἀμεταστρεπτί, μὴ προῖκα δὲ καὶ ἀμισθί, ἀλλ’ ἐφόδια φερόμενοι ζωῆς αἰωνίου· μακρὰν γὰρ μέλλετε βαδίζειν ὁδόν, πολλῶν ἔχουσαν χρείαν τῶν ἐντεῦθεν ἐφοδίων. καὶ καταλαμβάνετε τὸν αἰώνιον τόπον χώρας ἔχοντα δύο, πολλὰς ἐν ἑαυταῖς μονὰς ἐχούσας, ὧν τὴν μὲν μίαν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τὰς αὐτοῦ φυλάττουσιν ἐντολάς, παντοίων οὖσαν ἀγαθῶν πεπληρωμένην, ἧσπερ οἱ ἀξιωθέντες ἐν ἀφθαρσίᾳ ζήσονται διηνεκεῖ, τῆς ἀνωλέθρου ἀπολαύοντες ἀθανασίας, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἡ δὲ δευτέρα, σκότους οὖσα μεστὴ καὶ θλίψεως καὶ ὀδύνης, τῷ διαβόλῳ ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐν ᾗ βληθήσονται καὶ οἱ δι’ ἔργων πονηρῶν ἑαυτοῖς ταύτην προξενήσαντες, οἱ τῶν ἀφθάρτων καὶ αἰωνίων τὰ παρόντα ἀνταλλαξάμενοι καὶ ὅλους ἑαυτοὺς κατάβρωμα τοῦ αἰωνίου πυρὸς ποιησάμενοι. Ταύτης ἐγὼ τῆς φωνῆς ἀκούσας καὶ τὸ ἀψευδὲς αὐτῆς ἐπιγνούς, ἐκεῖνο καταλαβεῖν τὸ κατάλυμα ἔργον ἐθέμην, τὸ πάσης μὲν ἀπηλλαγμένον ὀδύνης τε καὶ λύπης, τοσαύτης δὲ ἀσφαλείας καὶ τοιούτων ἀγαθῶν πλῆρες ὑπάρχον, ὧν ἡ γνῶσις νυνὶ μὲν ἐκ μέρους ἐστὶν ἐν ἐμοί, νηπίῳ τε ὄντι τὴν πνευματικὴν ἡλικίαν καὶ ὡς δι’ ἐσόπτρων καὶ αἰνιγμάτων τὰ ἐκεῖθεν βλέποντι·ὅτε δὲ ἔλθῃ τὸ τέλειον, καὶ ἐπιγνώσομαι πρόσωπον πρὸς πρόσωπον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. εὐχαριστῶ τοίνυν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς ἀπλανῶς κατιδεῖν ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. καὶ καθάπερ οὖν ἐγώ, τῶν παρόντων ἐπιγνοὺς τὴν ματαιότητα, τέλειον αὐτὰ ἐμίσησα μῖσος, οὕτω δὴ καὶ δὲ γινώσκειν περὶ τούτων συμβουλεύω, ἵνα ὡς ἀλλοτρίοις διατεθῇς αὐτοῖς καὶ θᾶττον παρερχομένοις, ἀφελόμενος δ’ ἐντεῦθεν πάντα, θησαυρίσῃς σεαυτῷ ἐν τῷ ἀφθάρτῳ αἰῶνι θησαυρὸν ἀσύλητον, πλοῦτον ἀδαπάνητον, ἔνθα σε δεῖ ἀνυπερθέτως πορευθῆναι, ἵνα, ὅταν ἀπέλθῃς, οὐχ ὑστερούμενος ἔσῃ, ἀλλὰ πλούτῳ βρίθων, καθάπερ σοι τὴν τούτων ἀνεθέμην ἀνωτέρω καταλληλοτάτην εἰκόνα.