Πρὸς ταῦτα ὁ Ἰωάσαφ εἶπε· Πῶς οὖν τις φυλάξει ἑαυτὸν μετὰ τὸ βάπτισμα καθαρὸν ἀπὸ πάσης ἁμαρτίας; κἂν γάρ ἐστιν, ὡς λέγεις, τοῖς πταίουσι μετάνοια, ἀλλ’ ἐν κόπῳ καὶ πόνῳ, κλαυθμῷ τε καὶ πένθει, ἅπερ οὐκ εὐκατόρθωτα τοῖς πολλοῖς εἶναί μοι δοκῶ· ἀλλὰ μᾶλλον ἤθελον εὑρεῖν ὁδὸν τοῦ φυλάττειν ἀκριβῶς τὰ προστάγματα τοῦ Θεοῦ καὶ μὴ ἐκκλίνειν ἀπ’ αὐτῶν, μηδέ, μετὰ τὴν συγχώρησιν τῶν προτέρων κακῶν, παροργίζειν αὖθις τὸν γλυκύτατον Δεσπότην καὶ Θεόν. Ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας ταῦτα, κύριέ μου βασιλεῦ· τοῦτο καὶ ἐμοὶ καταθύμιον ὑπάρχει· ἀλλ’ ἐργῶδές ἐστι καὶ κομιδῇ ἀδύνατον τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι. δυσκατόρθωτον οὖν καὶ λίαν ἄναντες δεδεμένον τοῖς τοῦ βίου πράγμασι καὶ ταῖς αὐτοῦ ἀσχολούμενον μερίμναις καὶ ταραχαῖς, πλούτῳ τε καὶ τρυφῇ συζῶντα, ἀκλινῶς βαδίζειν τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καθαρὸν ἑαυτὸν ἐκ τούτων περισώσασθαι. φησὶ γὰρ ὁ Κύριος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν·ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. γράφει δὲ καὶ ὁ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος, ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ οὕτως· Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ, ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ταῦτα οὖν οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν κατανοήσαντες, καὶ τοῦ Ἀποστόλου ἀκούσαντες, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἔσπευσαν μετὰ τὸ ἅγιον βάπτισμα ἄμωμον καὶ ἀκηλίδωτον τὸ τῆς ἀφθαρσίας διατηρῆσαι ἔνδυμα· ὅθεν οἱ μὲν αὐτῶν καὶ ἕτερον προσέθεντο βάπτισμα προσλαβέσθαι, τὸ δι’ αἵματός φημι καὶ διὰ μαρτυρίου· βάπτισμα γὰρ καὶ τοῦτο ὠνόμασται, καὶ πάνυ γε τιμιώτατον καὶ αἰδεσιμώτατον· δευτέροις γὰρ οὐ μολύνεται ἁμαρτίας μολυσμοῖς· ὅπερ καὶ ὁ Κύριος ἡμῶν ὑπὲρ ἡμῶν καταδεξάμενος βάπτισμα εἰκότως ἐκάλεσεν. ἐντεῦθεν αὐτοῦ μιμηταὶ καὶ ζηλωταὶ γενόμενοι,πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ καὶ μαθηταὶ καὶ ἀπόστολοι, ἔπειτα δὲ καὶ πᾶς ὁ τῶν ἁγίων μαρτύρων χορός, τοῖς θεραπευταῖς τῶν εἰδώλων βασιλεῦσι καὶ τυράννοις ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐκδόντες, πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, θηρίοις προσομιλήσαντες καὶ πυρὶ καὶ ξίφεσι, καί, τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες, τὸν δρόμον τετελεκότες καὶ τὴν πίστιν τετηρηκότες, τῶν τῆς δικαιοσύνης ἐπέτυχον βραβείων, τῶν Ἀγγέλων ὁμοδίαιτοι καὶ τοῦ Χριστοῦ συγκληρονόμοι γενόμενοι· ὧν ἡ ἀρετὴ τοσοῦτον ἔλαμψεν, ὡς εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον αὐτῶν ἐξελθεῖν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κατορθωμάτων αὐτῶν ἀστράψαι τὴν λαμπηδόνα. τούτων, οὐ τὰ ῥήματα μόνον καὶ τὰ ἔργα, ἀλλὰ καὶ αὐτὰ τὰ αἵματα καὶ τὰ ὀστᾶ πάσης ἁγιότητος πλήρη ὑπάρχουσι, δαίμονας μὲν κατὰ κράτος ἐλαύνοντα, ἀνιάτων δὲ νοσημάτων ἰάσεις τοῖς πίστει προσψαύουσι παρέχοντα· καὶ τὰ ἱμάτια δὲ καὶ εἴ τι ἄλλο τοῖς τιμίοις αὐτῶν προσήγγισε σώμασι, τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. περὶ ὧν πολύς ἐστιν ὁ λόγος κατὰ μέρος τὰς αὐτῶν ἀριστείας διηγήσασθαι. Ἐπεὶ δὲ οἱ μὲν ἀπηνεῖς ἐκεῖνοι καὶ θηριώδεις τύραννοι κακοὶ κακῶς ἀπώλοντο, καὶ ὁ διωγμὸς ἔπαυσε, βασιλεῖς δὲ πιστοὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευσαν,διαδεξάμενοι ἕτεροι καὶ μιμησάμενοι τὸν ζῆλον ἐκείνων καὶ τὸν θεῖον πόθον, λέγω δὲ τῶν μαρτύρων, καὶ τῷ αὐτῷ ἔρωτι τὰς ψυχὰς τρωθέντες, ἄριστα διεσκόπουν ἀρρύπαντον τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ Κυρίῳ παραστῆσαι, πάσας τὰς τῶν παθῶν περικόψαντες ἐνεργείας, καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐκκαθάραντες. ἐπεὶ δὲ οὐκ ἄλλως τοῦτο, ἀλλὰ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ κατορθοῦσθαι ἔγνωσαν, τὴν δὲ φυλακὴν τῶν ἐντολῶν καὶ τὴν ἐργασίαν τῶν ἐρετῶν δυσχερῶς ἐν μέσῳ τῶν τοῦ κόσμου θορύβων προσγίνεσθαι κατενόησαν, ἄλλον τινὰ βίον ξένον καὶ ἐνηλλαγμένον ἑαυτοῖς ἐπετηδεύσαντο, καί, κατὰ τὴν θείαν φωνήν, πάντα καταλιπόντες, γονεῖς, τέκνα, φίλους, συγγενεῖς, πλοῦτον καὶ τρυφήν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ μισήσαντες, πρὸς τὰς ἐρήμους, ὥσπερ τινὲς φυγάδες, ᾤχοντο, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, πάντων τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἑαυτοὺς μακρύναντες, καὶ αὐτοῦ δὲ τοῦ ἄρτου καὶ σκεπάσματος λίαν ἐνδεῶς ἔχοντες·δύο ταῦτα πραγματευσάμενοι, ἵνα, μὴ ὁρῶντες τὰς ὕλας τῶν παθῶν, προρρίζους αὐτῶν τὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς ἀνασπάσωσι, καί, τὰς αὐτῶν ἐξαλείψαντες μνήμας, ἔρωτα καὶ πόθον τῶν θείων καὶ οὐρανίων ἐν ἑαυτοῖς ἐμφυτεύσωσι· πρὸς τούτοις, ἵνα, διὰ τῆς κακοπαθείας τὸ σαρκίον ἐκδαπανήσαντες καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι, μὴ ἀποτύχωσι τῆς εὐκλείας τῶν δι’ αἵματος τελειωθέντων, ἀλλὰ μιμηταὶ καὶ αὐτοὶ τῶν τοῦ Χριστοῦ παθημάτων, ὅσον τὸ ἐπ’ αὐτοῖς, γενόμενοι, καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται. οὕτως οὖν ἄριστα διασκεψάμενοι, τὸν μονάδα καὶ ἡσύχιον μετῆλθον βίον, τινὲς μὲν αἴθριοι διακαρτερήσαντες, τῷ φλογμῷ τοῦ καύσωνος καὶ κρυμοῖς ἀγρίοις καὶ ὄμβροις καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι· οἱ δέ, καλύβας πηξάμενοι, ἢ σπηλαίοις καὶ ἄντροις ὑποκρυβέντες, διέζησαν. οὕτω δὲ τὴν ἀρετὴν μετερχόμενοι, πᾶσαν σαρκικὴν παράκλησιν καὶ ἀνάπαυσιν εἰς τέλος ἀπηρνήσαντο, λαχάνων ὠμῶν καὶ βοτανῶν, ἢ ἀκροδρύων, ἢ ἄρτου ξηροῦ καὶ πάνυ σκληροῦ στοιχήσαντες διαίτῃ, μὴ τῇ ποιότητι μόνον ἀποταξάμενοι τῶν ἡδέων, ἀλλά, τῷ περιόντι τῆς ἐγκρατείας, καὶ πρὸς τὴν ποσότητα τὸ φιλότιμον ἑαυτῶν παρατείναντες. τοσοῦτον γὰρ καὶ αὐτῶν τῶν εὐτελῶν καὶ ἀναγκαιοτάτων μετελάμβανον βρωμάτων, ὅσον ἀποζῆν μόνον. οἱ μὲν γὰρ αὐτῶν, ὅλας τὰς τῆς ἑβδομάδος ἡμέρας ἄσιτοι διατελοῦντες, τῇ κυριακῇ τροφῆς μετελάμβανον·