σκήνωμα γεγόνασι τοῦ ἁγίου Πνεύματος τῇ καθαρότητι τῆς καρδίας, καθὼς γέγραπται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ἐσταύρωσαν ἑαυτοὺς τῷ κόσμῳ, ἵν’ ἐκ δεξιῶν τοῦ σταυρωθέντος σταθῶσι· περιεζώσαντο τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔσχον ἀεὶ τὰς λαμπάδας, προσδοκῶντες τὴν ἔλευσιν τοῦ ἀθανάτου νυμφίου. νοεροὺς γὰρ κτησάμενοι ὀφθαλμούς, προεώρων διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας· καὶ ἐσπούδασαν καμεῖν, ἵνα τῆς ἀϊδίου δόξης μὴ ἀποτύχωσι. γεγόνασιν ἀπαθεῖς ὥσπερ ἄγγελοι· καὶ νῦν μετ’ ἐκείνων χορεύουσιν, ὧν καὶ τὸν βίον ἐμιμήσαντο. μακάριοι οὗτοι καὶ τρισμακάριοι, ὅτι ἀπλανέσι τοῖς τοῦ νοὸς ὀφθαλμοῖς κατενόησαν τὴν τῶν παρόντων ματαιότητα, καὶ τῆς ἀνθρωπίνης εὐπραγίας τὸ ἄστατον καὶ ἀνώμαλον, καί, ταύτην ἀπαρνησάμενοι, τὰ αἰώνια ἑαυτοῖς ἐθησαύρισαν ἀγαθά, καὶ τῆς μηδέποτε διαπιπτούσης μήτε θανάτῳ διακοπτομένης ἐπελάβοντο ζωῆς. Τούτους οὖν τοὺς θαυμασίους καὶ ὁσίους ἄνδρας καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἀνάξιοι μιμεῖσθαι σπουδάζομεν,οὐκ ἐφικνούμεθα δὲ τῷ ὕψει τῆς οὐρανοπολίτου αὐτῶν διαγωγῆς· ἀλλά, κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως, τὸν βίον αὐτῶν χαρακτηρίζομεν καὶ τὸ σχῆμα περιβεβλήμεθα, κἂν τῶν ἔργων διαμαρτάνωμεν. πρόξενον γὰρ ἀναμαρτησίας τὸ θεῖον ἐπάγγελμα τοῦτο καὶ συνεργὸν τῆς ἐκ τοῦ θείου βαπτίσματος δοθείσης ἡμῖν ἀφθαρσίας ἐπιστάμεθα. καί, τοῖς λόγοις ἑπόμενοι τῶν μακαρίων ἐκείνων, πάνυ καταγινώσκομεν τῶν φθαρτῶν τούτων καὶ ἐπικήρων τοῦ βίου πραγμάτων, ἐν οἷς οὐδὲν ἔστιν εὑρεῖν βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ ματαιότης ἐστὶ τὰ πάντα καὶ προαίρεσις πνεύματος, πολλὰς ἐν ἀτόμῳ φέροντα τὰς μεταβολάς· ὀνείρων γὰρ καὶ σκιᾶς, καὶ αὔρας κατὰ τὸν ἀέρα πνεούσης, εἰσὶν ἀσθενέστερα· μικρὰ καὶ πρὸς ὀλίγον ἡ χάρις, καὶ οὐδὲ χάρις· ἀλλὰ πλάνη τις καὶ ἀπάτη τῆς τοῦ κόσμου κακίας, ὅνπερ μὴ ἀγαπᾶν ὅλως, μισεῖν δὲ μᾶλλον ἐκ καρδίας δεδιδάγμεθα. καὶ ἔστι γε κατὰ ἀλήθειαν μισητὸς οὗτος καὶ ἀπευκταῖος· ὅσα γὰρ δωρεῖται τοῖς φίλοις αὐτοῦ, μετ’ ὀργῆς αὖθις αὐτὰ ἀφαρπάζει, γυμνοὺς δὲ παντὸς ἀγαθοῦ καὶ αἰσχύνην ἠμφιεσμένους, φορτία τε περικειμένους βαρέα, τῇ αἰωνίᾳ παραπέμψει θλίψει·οὓς δ’ αὖ πάλιν ὑψοῖ, τῇ ἐσχάτῃ θᾶττον ταπεινοῖ ταλαιπωρίᾳ, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ· τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δειῶς τοὺς ἐπερειδομένους ἐπ’ αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ’ αὐτῷ πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται· ἐκείνων δὲ ἀγνωμονησάντων, ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείᾳ τινὶ πονηρᾷ παραδίδωσι· σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς,αὔριον προσαίτην καὶ οἰκοτρίβων οἰκότριβα. σήμερον στέφανον δόξης αὐτοῦ τῇ κορυφῇ ἐπιτίθησιν· αὔριον τὸ πρόσωπον τῇ γῇ καταράσσει. σήμερον κοσμεῖ τὸν τράχηλον αὐτοῦ λαμπραῖς ἀξιωμάτων τιμαῖς· αὔριον ταπεινοῖ σιδηροῖς κλοιοῖς δεσμούμενον. ποθητὸν πρὸς μικρὸν τοῖς πᾶσι τοῦτον ἐργάζεται, μισητὸν δὲ μετ’ ὀλίγον ἰσχυρῶς καὶ ἐβδελυγμένον. δήμερον εὐφραίνει, καὶ αὔριον θρήνοις αὐτὸν καὶ κοπετοῖς κατατήκει. ὁποῖον δὲ τούτων καὶ τὸ τέλος ἐπιτίθησιν ἄκουσον· οἰκήτορας γεέννης τοὺς ἠγαπηκότας αὐτὸν ἐλεεινῶς ἀπεργάζεται. τοιαύτην ἔχει γνώμην ἀεί, τοιαύτην πρόθεσιν ἀτεχνῶς. οὔτε τοὺς παρελθόντας θρηνεῖ, οὔτε τοὺς καταλειφθέντας οἰκτείρει. ἐκείνους γὰρ δεινῶς ἀπατήσας καὶ τοῖς ἄρκυσιν αὐτοῦ κατακλείσας, πρὸς τούτους αὖθις τὰ τῆς ἐπιστήμης μετενεγκεῖν πειρᾶται, μὴ θέλων τινὰ τῶν χαλεπῶν αὐτοῦ ἐκφυγεῖν παγίδων. Τοὺς μὲν οὖν τοιούτῳ δουλεύοντας ἀπηνεῖ καὶ πονηρῷ δεσπότῃ τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου φρενοβλαβῶς ἑαυτοὺς μακρύναντας, εἰς τὰ παρόντα δὲ κεχηνότας πράγματα καὶ τούτοις προστετηκότας, μηδόλως τῶν μελλόντων λαμβάνοντας ἔννοιαν,καὶ εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπειγομένους, τὰς δὲ ψυχὰς ἐῶντας λιμῷ κατατήκεσθαι καὶ μυρίοις ταλαιπωρεῖσθαι κακοῖς, ὁμοίους εἶναι δοκῶ ἀνδρὶ φεύγοντι ἀπὸ προσώπου μαινομένου μονοκέρωτος, ὅς, μὴ φέρων τὸν ἦχον τῆς αὐτοῦ βοῆς καὶ τὸν φοβερὸν αὐτοῦ μυκηθμόν, ἀλλ’ ἰσχυρῶς ἀποδιδράσκων τοῦ μὴ γενέσθαι τούτου κατάβρωμα, ἐν τῷ τρέχειν αὐτὸν ὀξέως μεγάλῳ τινὶ περιπέπτωκε βόθρῳ· ἐν δὲ τῷ ἐμπίπτειν αὐτῷ, τὰς χεῖρας ἐκτείνας, καὶ φυτοῦ τινος δραξάμενος, κραταιῶς τοῦτο κατέσχε, καὶ ἐπὶ βάσεώς τινος τοὺς πόδας στηρίξας, ἔδοξεν ἐν εἰρήνῃ λοιπὸν εἶναι καὶ ἀσφαλείᾳ. βλέψας δὲ ὁρᾷ δύο μῦας, λευκὸν μὲν τὸν ἕνα, μέλανα δὲ τὸν ἕτερον, διεσθίοντας ἀπαύστως τὴν ῥίζαν τοῦ φυτοῦ, οὗ ἦν ἐξηρτημένος, καὶ ὅσον οὔπω ἐγγίζοντας ταύτην ἐκτεμεῖν. κατανοήσας δὲ τὸν πυθμένα τοῦ βόθρου, δράκοντα εἶδε φοβερὸν τῇ θέᾳ, πῦρ πνέοντα καὶ δριμύτατα βλοσυροῦντα, τὸ στόμα τε δεινῶς περιχάσκοντα καὶ καταπιεῖν αὐτὸν ἐπειγόμενον. ἀτενίσας δὲ αὖθις τῇ βάσει ἐκείνῃ, ἐφ’ ᾗ τοὺς πόδας εἶχεν ἐρηρεισμένους, τέσσαρας εἶδε κεφαλὰς ἀσπίδων τοῦ τοίχου προβεβληκυίας, ἐφ’ οὗ ἐπεστήρικτο. ἀναβλέψας δὲ τοὺς ὀφθαλμούς, ὁρᾷ ἐκ τῶν κλάδων τοῦ φυτοῦ ἐκείνου μικρὸν ἀποστάζον μέλι. ἐάσας οὖν διασκέψασθαι περὶ τῶν περιεχουσῶν αὐτῷ συμφορῶν,