οἱ δὲ δὶς τῆς ἑβδομάδος ταύτης μεμνημένοι· ἄλλοι δὲ παρὰ μίαν, ἢ καὶ καθ’ ἑσπέραν, ἐσιτοῦντο ὅσον μόνον τροφῆς ἀπογεύεσθαι. εὐχαῖς τε καὶ ἀγρυπνίαις μικροῦ πρὸς τὸν τῶν ἀγγέλων παρημιλλήθησαν βίον, χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει παντάπασι, πράσεις τε καὶ ἀγορασίας ἐπιλαθόμενοι εἶναι ὅλως ἐν ἀνθρώποις. Φθόνος δὲ καὶ ἔπαρσις, οἱ μάλιστα τοῖς ἀγαθοῖς ἔργοις ἀκολουθεῖν εἰωθότες, οὐκ ἔσχον χώραν ἐν αὐτοῖς. οὐδὲ γὰρ ὁ ἐλάττων ἐν τοῖς τῆς ἀσκήσεως ἱδρῶσι κατὰ τοῦ μᾶλλον διαλάμποντος βασκανίας λογισμὸν ὅλως ἐν ἑαυτῷ ὑπεδέχετο· οὐδ’ αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα. ὁ γὰρ τὸ πλέον ἔχων εἰς ἀρετήν, οὐ πόνοις ἰδίοις, ἀλλὰ Θεοῦ δυνάμει, τὸ πᾶν ἐπιγράφων, ταπεινόφρονι γνώμῃ ἔπειθεν ἑαυτὸν μηδὲν ὅλως ἐργάζεσθαι, ἀλλὰ καὶ πλειόνων ὀφειλέτην ἑ??ʼναι, καθά φησιν ὁ Κύριος· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. οἱ δὲ πάλιν οὐδὲ ποιῆσαί ποτε τὰ διατεταγμένα ἔπειθον ἑαυτούς, ἀλλὰ πλείονα εἶναι τῶν ἤδη κατωρθωμένων τὰ ἐλλείποντα. καὶ ὁ ἐλαττούμενος πάλιν ἐν τῇ ἀσκήσει,διὰ σωματικὴν ἴσως ἀσθένειαν, ἐξευτέλιζε ταλανίζων ἑαυτόν, ῥᾳθυμίᾳ γνώμης, οὐχὶ φύσεως ἀσθενείᾳ, τὸ ὑστέρημα λογιζόμενος. οὕτως οὖν ἄλλος ἄλλου καὶ πάντες ἁπάντων ἦσαν μετριώτεροι· κενοδοξίας δὲ πάθος ἢ ἀνθρωπαρεσκείας ποῦ ἐν ἐκείνοις; οἵτινες, τὴν οἰκουμένην φυγόντες, διὰ τοῦτο οἰκοῦσι τὴν ἔρημον, οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ τὰ κατορθώματα δεικνύναι βουλόμενοι, παρ’ οὗ καὶ τῶν κατορθωμάτων τὰς ἀμοιβὰς ἐλπίζουσι, καλῶς ἐπιστάμενοι ὅτι αἱ διὰ κενοδοξίαν ἐπιτελούμεναι ἀσκήσεις ἄμισθοι, δι’ ἔπαινον γὰρ ἀνθρώπων, καὶ οὐ διὰ τὸν Θεὸν γίνονται· ὅθεν καὶ διπλῶς οἱ τοιοῦτοι ἀδικοῦνται, τὸ σῶμα κατατήκοντες καὶ μισθὸν μὴ λαμβάνοντες. οἱ δὲ τῆς ἄνω δόξης ὀρεγόμενοι καὶ πρὸς ταύτην ἐπειγόμενοι πάσης τῆς ἐπιγείου καὶ ἀνθρωπίνης κατεφρόνησαν. Ἔχουσι δὲ τὰς οἰκήσεις οἱ μὲν ἐν παντελεῖ ἀναχωρήσει καὶ μονίᾳ τὸν ἀγῶνα διανύοντες, μακρύναντες ἑαυτοὺς τῆς τῶν ἀνθρώπων συναυλίας παρ’ ὅλον αὐτῶν τὸν τῆς ζωῆς χρόνον καὶ Θεῷ πλησιάσαντες· οἱ δέ, πόρρωθεν ἀλλήλων τὰς οἰκήσεις πηξάμενοι, ταῖς Κυριακαῖς εἰς ἐκκλησίαν μίαν φοιτῶσι, καὶ τῶν θείων μυστηρίων κοινωνοῦσι, τῆς ἀναιμάκτου φημὶ θυσίας, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ, ἃ τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν, φωτισμόν τε καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος ὁ Κύριος ἐδωρήσατο· καί, ἑστιῶντες ἀλλήλους γυμνασίᾳ τῶν θείων λόγων καὶ ταῖς ἠθικαῖς παραινέσεσι, τούς τε κρυπτοὺς τῶν ἀντιπάλων δημοσιεύοντες πολέμους, ὥστε μὴ ἁλῶναι τούτοις τινὰ τῆς πάλης ἀγνοοῦντα τὴν μέθοδον,οἴκαδε πάλιν ἕκαστος ἐπανέρχονται, τὸ τῆς ἀρετῆς μέλι τοῖς σίμβλοις τῶν καρδιῶν φιλοτίμως ἐναποτιθέντες, καὶ γεωργοῦντες καρπὸν γλυκύτατον καὶ τῆς ἐπουρανίου τραπέζης ἐπάξιον. Ἄλλοι δὲ κοινοβιακὸν μετέρχονται βίον· οἵτινες, πλήθη πολυάνθρωπα ἐπὶ τὸ αὐτὸ ἀθροισθέντες, ὑφ’ ἑνὶ ταξιάρχῃ καὶ προεστῶτι, τῷ πάντων διαφορωτάτῳ, ἑαυτοὺς ἔταξαν, πᾶν θέλημα ἑαυτῶν μαχαίρᾳ τῆς ὑπακοῆς ἀποσφάξαντες· καὶ δούλους ὠνητοὺς ἑαυτοὺς ἑκουσίως λογισάμενοι, οὐκ ἔτι ἑαυτοῖς ζῶσιν, ἀλλ’ ᾧ διὰ τὸν τοῦ Χριστοῦ πόθον ἑαυτοὺς καθυπέταξαν· οἰκειότερον δὲ μᾶλλον εἰπεῖν, ζῶσιν οὐκ ἔτι ἑαυτοῖς, ζῇ δὲ ἐν αὐτοῖς ὁ Χριστός, ᾧ ἠκολούθησαν πάντα ἀπαρνησάμενοι. τοῦτο γάρ ἐστιν ἀναχώρησις, κόσμου ἑκούσιον μῖσος, καὶ ἄρνησις φύσεως πόθῳ τῶν ὑπὲρ φύσιν. οὗτοι τοίνυν ὡς ἄγγελοι ἐπὶ τῆς γῆς πολιτεύονται, ψαλμοὺς καὶ ὕμνους ὁμοθυμαδὸν τῷ Κυρίῳ ᾅδοντες, καὶ ὁμολογηταὶ τοῖς ἄθλοις τῆς ὑπακοῆς χρηματίζοντες· ἐφ’ οἷς καὶ τὸ δεσποτικὸν πληροῦται λόγιον. φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν, οὐκ εἰς τοῦτο τὸ μέτρον τὴν ἐπὶ τῷ ὀνόματι αὐτοῦ συναγωγὴν περικλείσας, ἀλλὰ διὰ τῶν δύο ἢ τριῶν ἀδιόριστον τὸν ἀριθμὸν δηλώσας. εἴτε γὰρ ὀλίγοι, εἴτε πολλοὶ διὰ τὸ ἅγιον αὐτοῦ συναχθῶσιν ὄνομα, αὐτῷ διαπύρῳ λατρεύοντες πόθῳ, ἐκεῖ παρεῖναι τοῦτον πιστεύομεν ἐν μέσῳ τῶν αὐτοῦ δούλων. Τούτοις τοῖς τύποις καὶ ταῖς τοιαύταις ἀγωγαῖς οἱ γήϊνοι καὶ χοϊκοὶ τὸν βίον ἐζήλωσαν τῶνοὐρανίων, ἐν νηστείαις καὶ εὐχαῖς καὶ ἀγρυπνίαις, ἐν δάκρυσι θερμοῖς καὶ ἀμετεωρίστῳ πένθει, ἐν ξενιτείᾳ καὶ μνήμῃ θανάτου, ἐν πραότητι καὶ ἀοργησίᾳ, ἐν σιωπῇ χειλέων, ἐν ἀκτημοσύνῃ καὶ πτωχείᾳ, ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ, ἐν ταπεινόφρονι γνώμῃ καὶ ἡσυχίᾳ, ἐν ἀγάπῃ τελείᾳ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, τὸν παρόντα ἐκτελέσαντες βίον καὶ ἄγγελοι τοῖς τρόποις γενόμενοι. ὅθεν Θεὸς θαύμασι καὶ σημείοις καὶ ποικίλαις δυνάμεσιν αὐτοὺς κατεκόσμησε, καὶ τὸν φθόγγον τῆς θαυμαστῆς αὐτῶν πολιτείας εἰς τὰ πέρατα διηχεῖσθαι τῆς οἰκουμένης πεποίηκε. καὶ εἴπερ σοι τὸν βίον ἑνὸς αὐτῶν ἐπὶ στόματος φέρων κατὰ μέρος διηγήσομαι, ὃς καὶ ἀρχηγὸς γεγενῆσθαι τῆς κατὰ μοναχοὺς πολιτείας λέγεται ʽἈντώνιος δὲ ὄνομα αὐτᾦ, γνώσῃ πάντως ἐκ τοῦ ἑνὸς δένδρου τῶν ὁμογενῶν καὶ ὁμοειδῶν καρπῶν τὴν γλυκύτητα, καὶ οἵαν ἐκεῖνος ἔθετο τῆς ἀσκήσεως ὑποβάθραν, οἵαν δὲ τὴν ὀροφὴν ἐπήξατο, καὶ ὁποίων ἠξιώθη παρὰ τοῦ Σωτῆρος τυχεῖν χαρισμάτων. πολλοὶ δὲ καὶ ἄλλοι μετ’ ἐκεῖνον τὸν ἴσον ἀγωνισάμενοι ἀγῶνα τῶν ὁμοίων ἔτυχον στεφάνων τε καὶ γερῶν. Μακάριοι οὗτοι καὶ τρισμακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες, καὶ διὰ τὴν ἀγάπην αὐτοῦ καταφρονήσαντες πάντων. ἐδάκρυσαν γὰρ πενθοῦντες ἡμέρας καὶ νυκτός, ἵνα τῆς ἀλήκτου τύχωσι παρακλήσεως· ἐταπείνωσαν ἑαυτοὺς ἑκουσίως, ἵν’ ἐκεῖ ὑψωθῶσι· κατέτηξαν τὰς ἑαυτῶν σάρκας πείνῃ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ ἵν’ ἐκεῖ διαδέξηται αὐτοὺς ἡ τρυφὴ καὶ ἀγαλλίασις τοῦ παραδείσου·