ἀναριθμήτους οἰκτιρμοὺς τοῦ Θεοῦ νικῆσαι οὐ δύναται. Διὸ οὐ προσετάχθημεν ἐπὶ τοῖς ἡμαρτημένοις ἀπογινώσκειν, ἀλλ’ ἐπιγινώσκειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων ὧν ἡ ἄφεσις πρόκειται διὰ φιλανθρωπίαν τοῦ Χριστοῦ, ὃς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τὸ ἴδιον ἐξέχεεν αἷμα. πολλαχόθεν δὲ τῆς γραφῆς διδασκόμεθα τὴν δύναμιν τῆς μετανοίας, καὶ μάλιστα ἐκ τῶν προσταγμάτων καὶ παραβολῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ τότε γάρ, φησίν, ἤρξατο ὁ Ἰησοῦς διδάσκειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. ἀλλὰ καὶ ἐν παραβολῇ υἱόν τινα εἰσηγεῖται, λαβόντα τὴν τοῦ πατρὸς οὐσίαν καὶ εἰς χώραν ἀποδημήσαντα μακράν, κἀκεῖ ἐν ἀσωτίᾳ πάντα καταναλώσαντα, εἶτα, λιμοῦ κατὰ τὴν χώραν ἐκείνην γενομένου, ἀπελθόντα καὶ κολληθέντα ἑνὶ τῶν πονηρῶν πολιτῶν τῆς πολυαμαρτήτου χώρας ἐκείνης· ὃς καὶ ἔπεμψεν αὐτόν, φησίν, εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· τὴν τραχυτάτην καὶ βδελυρὰν ἁμαρτίαν οὕτω καλέσας. πολλὰ οὖν μογήσας, καὶ εἰς ἐσχάτην ἐληλακὼς ταλαιπωρίαν, ὡς μηδὲ τῆς βρομώδους τῶν χοίρων τροφῆς τὴν ἰδίαν ἰσχύειν ἐμπλῆσαι γαστέρα, εἰς συναίσθησιν ὀψέ ποτε ἐλθὼν τῆς τοιαύτης αἰσχύνης, θρηνῶν ἑαυτὸν ἔλεγε·Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ὁ δέ, πόρρωθεν ἰδὼν αὐτόν, ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε· καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν. ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ προσπιπτόντων ἡμῖν ἐξηγήσατο. ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει. Οὕτω, φησὶν ὁ Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἀμέλει καὶ ὁ κορυφαῖος τῶν μαθητῶν Πέτρος, ἡ τῆς πίστεως πέτρα, κατ’ αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, ἀρνήσεως περιπέπτωκεν ἐγκλήματι· εἶτ̓ εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων,ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο. ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ’ ἀπέγνω ἑαυτόν· ἀλλ’ ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης· καὶ παραυτίκα ὁ πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων. ὁ δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος. μετὰ δὲ τὴν θείαν ἀνέγερσιν τρίτον προσειπὼν ὁ Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Ἐκ πάντων οὖν τουτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας· μόνον ὁ τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν ὁ προφήτης Δαυίδ·Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. καὶ λοιπὸν ὁ καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλεους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς. Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστευομεν· χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν. τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν· οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν πρὸς μετάνοιαν παλινδρομῆσαι· οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν. καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει· ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα·