Λέγει πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Πάντα σου τὰ ῥήματα καλὰ καὶ θαυμαστά εἰσι, κἀγὼ ἐπίστευσα καὶ πιστεύω, πᾶσαν μὲν εἰδωλολατρείαν ἀπὸ καρδίας μισήσας· καί, πρὸ τοῦ εἰσελθεῖν γάρ σε πρός με, πλαγίως πως καὶ διστάζων πρὸς ταύτην διέκειτό μου ἡ ψυχή· νυνὶ δὲ τέλειον μῖσος ἐμίσησα, μαθὼν παρὰ σοῦ τὴν ματαιότητα τούτων καὶ τὴν ἀφροσύνην τῶν αὐτοῖς λατρευόντων. Ποθῶ δὲ τοῦ ἀληθινοῦ Θεοῦ δοῦλος γενέσθαι, εἴπερ οὐκ ἀπώσεταί με τὸν ἀνάξιον διὰ τὰς ἐμὰς ἀνομίας, ἀλλὰ συγχωρήσει μοι πάντα, φιλάνθρωπος ὢν καὶ εὔσπλαγχνος, καθὰ διδάσκεις, καὶ ἀξιώσει με δοῦλον αὐτοῦ γενέσθαι. ἤδη οὖν ἑτοίμως ἔχω καὶ τὸ βάπτισμα δέξασθαι, καὶ πάντα ὅσα εἴπῃς μοι φυλάξαι. τί δὲ χρή με ποιεῖν μετὰ τὸ βάπτισμα; καὶ εἰ ἀρκεῖ τοῦτο μόνον πρὸς σωτηρίαν,τὸ πιστεῦσαι καὶ βαπτισθῆναι, ἢ καὶ ἄλλα τινὰ δεῖ προστιθέναι; Καί φησι πρὸς αὐτὸν ὁ Βαρλαάμ· Ἄκουσον τί δεῖ ποιεῖν μετὰ τὸ βάπτισμα· πάσης μὲν ἁμαρτίας καὶ παντὸς πάθους ἀπέχεσθαι, ἐποικοδομεῖν δὲ ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πίστεως τὴν τῶν ἀρετῶν ἐργασίαν, ἐπειδὴ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα πίστεως δίχα. φησὶ γὰρ ὁ Ἀπόστολος· Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε· φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστι, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρείαι, φαρμακεῖαι, ἔχθραι, ἔρις, ζῆλοι, θυμοί, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, φιλαργυρίαι, λοιδορίαι, φιληδονίαι, μέθαι, κῶμοι, ὑπερηφανίαι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἁγιασμὸς ψυχῆς καὶ σώματος, ταπείνωσις καρδίας καὶ συντριβή, ἐλεημοσύνη, ἀμνησικακία, φιλανθρωπία, ἀγρυπνία, μετάνοια ἀκριβὴς πάντων τῶν προγεγονότων σφαλμάτων, δάκρυον κατανύξεως, πένθος ὑπέρ τε τῶν ἰδίων ἁμαρτιῶν καὶ τῶν τοῦ πλησίον, καὶ τὰ τούτοις ὅμοια, ἅτινα, ὥσπερ τινὲς βαθμίδες καὶ κλίμακες ἀλλήλων ἐχόμεναι καὶ ὑπ’ ἀλλήλων συγκροτούμεναι,εἰς οὐρανὸν τὴν ψυχὴν ἀναφέρουσιν. ἰδοὺ τούτων ἐντετάλμεθα, μετὰ τὸ βάπτισμα, ἀντέχεσθαι, τῶν δ’ ἐναντίων ἀπέχεσθαι. Εἰ δὲ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, τῶν προτέρων αὖθις ἐπιληψόμεθα νεκρῶν ἔργων, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψομεν, συμβήσεται ἡμῖν τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον. Ὅταν γάρ, φησί, τὸ ἀκάθαρτον Πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ʽτῇ χάριτι δηλαδὴ τοῦ βαπτίσματοσ̓, διέρχεται δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· μὴ φέρον δὲ ἐπὶ πολὺ ἄοικον καὶ ἀνέστιον περιπλανᾶσθαι, λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. καί, ἐλθόν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, κενὸν δὲ καὶ σχολάζοντα, μὴ ὑποδεξάμενον τὴν ἐργασίαν τῆς χάριτος, μηδὲ πληρώσαντα ἑαυτὸν τῷ πλούτῳ τῶν ἀρετῶν. τότε πορεύεται καὶ λαμβάνει μεθ’ ἑαυτοῦ ἕτερα ἑπτὰ Πνεύματα πονηρότερα ἑαυτοῦ· καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. τὸ γὰρ βάπτισμα τῶν μὲν προημαρτημένων πάντων τὰ χειρόγραφα, τῷ ὕδατι ἐνθάπτον, παντελεῖ ἀφανισμῷ παραδίδωσι,καὶ εἰς τὸ ἑξῆς τεῖχος ἡμῖν ἐστιν ἀσφαλὲς καὶ προπύργιον καὶ ὅπλον κραταιὸν εἰς τὴν τοῦ ἐχθροῦ παράταξιν· οὐ μὴν δὲ ἀναιρεῖ τὸ αὐτεξούσιον, οὔτε τῶν μετὰ τὸ βάπτισμα ἁμαρτανομένων ἔχει συγχώρησιν, οὔτε δευτέρας κολυμβήθρας κατάδυσιν. ἓν γὰρ ὁμολογοῦμεν βάπτισμα· καὶ χρὴ πάσῃ φυλακῇ τηρεῖν ἑαυτούς, μὴ δευτέροις ἐμπεσεῖν μολυσμοῖς, ἀλλὰ τῶν ἐντολῶν ἐπιλαβέσθαι τοῦ Κυρίου. εἰπὼν γὰρ πρὸς τοὺς Ἀποστόλους, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ μέχρι τούτου ἔστη· ἀλλὰ προσέθετο, Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἐνετείλατο δὲ πτωχοὺς μὲν εἶναι τῷ πνεύματι, οὓς μακαρίζει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξίους ἀποκαλεῖ. εἶτα πενθεῖν ἐν τῷ παρόντι ὑποτίθεται βίῳ, ἵνα τῆς μελλούσης παρακλήσεως ἀξιωθῶμεν, πραεῖς τε εἶναι καὶ ἀεὶ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ἐλεήμονάς τε καὶ εὐμεταδότους, οἰκτίρμονας καὶ συμπαθεῖς,καθαροὺς τῇ καρδίᾳ, ἀπεχομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, εἰρηνοποιοὺς πρός τε τοὺς πλησίον καὶ πρὸς τὴν ἑαυτῶν ψυχήν, ὑποτάξαντας δηλονότι τὸ χεῖρον τῷ κρείττονι καὶ τὸν μεταξὺ αὐτῶν διηνεκῆ πόλεμον ὀρθῇ κρίσει εἰρηνοποιήσαντας, ὑπομένειν τε πάντα διωγμὸν καὶ πᾶσαν θλῖψιν καὶ ὀνειδισμόν, ἕνεκεν δικαιοσύνης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἡμῖν ἐπαγόμενον, ἵνα τῆς αἰωνίου χαρᾶς ἐν τῇ λαμπρᾷ τῶν δώρων διανομῇ ἀξιωθῶμεν. ἀλλὰ καὶ ἐν τῷ κόσμῳ οὕτως παρακελεύεται λάμπειν τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι, φησί, τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁ μὲν γὰρ τοῦ Μωσέως νόμος, ὁ πάλαι δοθεὶς τοῖς Ἰσραηλίταις, Οὐ φονεύσεις, λέγει, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· ὁ δὲ Χριστός φησιν, ὅτι Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. ὃς δ’ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός· καὶ ὅτι, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ ὅτι Πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι,