ἡμῖν δὲ οὐχ οὕτως ἐστίν, οὐδὲ πολλοὶ θεοὶ καὶ κύριοι· ἀλλ’ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεὶς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος ἁπάσης τῆς κτίσεως καὶ πάντων τῶν αἰώνων, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι· Τὰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα, τὸν Κύριον καὶ ζωοποιόν, Θεὸν καὶ θεοποιοῦν, Πνεῦμα ἀγαθόν, Πνεῦμα εὐθές, Πνεῦμα παράκλητον, Πνεῦμα υἱοθεσίας. τούτων Θεὸς μὲν ἕκαστον καθ’ ἑαυτὸ θεωρούμενον· ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς δὲ Θεὸς ἐν τρισί, μία φύσις, μία βασιλεία, μία δύναμις, μία δόξα, μία οὐσία, διαιρετὴ ταῖς ὑποστάσεσι καὶ μόνον. εἷς γὰρ ὁ Πατήρ, ᾧ καὶ ἴδιον ἡ ἀγεννησία· εἷς δὲ ὁ μονογενὴς Υἱός, καὶ ἴδιον αὐτῷ ἡ γέννησις· ἓν δὲ τὸ Ἅγιον Πνεῦμα, καὶ ἴδιον αὐτῷ ἡ ἐκπόρευσις.οὕτω γὰρ ἡμεῖς, ἐκ φωτὸς τοῦ Πατρὸς φῶς περιλαμφθέντες τὸν Υἱὸν ἐν φωτὶ τῷ Ἅγίῳ Πνεύματι, μίαν δοξάζομεν θεότητα ἐν τρισὶν ὑποστάσεσι· καὶ αὐτός ἐστιν ἀληθινὸς καὶ μόνος Θεός, ὁ ἐν Τριάδι γινωσκόμενος, ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Τούτου τῇ χάριτι τὰ κατὰ σὲ γνοὺς κἀγὼ ἀπεστάλην διδάξαι σε ἃ μεμάθηκα καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. εἰ οὖν πιστεύσεις καὶ βαπτισθῇς, σωθήσῃ· εἰ δὲ ἀπιστήσεις, κατακριθήσῃ. ταῦτα γὰρ ἃ σήμερον ὁρᾷς καὶ οἷς σεμνύνῃ, ἥ τε δόξα καὶ τρυφὴ καὶ ὁ πλοῦτος καὶ πᾶσα ἡ τοῦ βίου ἀπάτη, ὅσον οὔπω παρέρχεται, ἐκβαλοῦσι δέ σε καὶ μὴ βουλόμενον ἐντεῦθεν. καὶ τὸ μὲν σῶμα κατακλεισθήσεται σμικροτάτῳ μνήματι μονώτατον καταλειφθέν, πάσης τε ἀποστερηθὲν φίλων καὶ συγγενῶν ἑταιρείας· οἰχήσεται δὲ τὰ τερπνὰ τοῦ κόσμου, καὶ πολλὴ ἀηδία καὶ δυσώδης φθορά, ἀντὶ τῆς νυνὶ καλλονῆς καὶ εὐοσμίας, περιχυθήσεται· τὴν δὲ ψυχήν σου βαλοῦσιν ἐν τοῖς καταχθονίοις τῆς γῆς, ἐν τῇ καταδίκῃ τοῦ ᾅδου, ἕως τῆς τελευταίας ἀναστάσεως,ήνίκα πάλιν ἀπολαβοῦσα ἡ ψυχὴ τὸ ἑαυτῆς σῶμα ἐκριφθήσεται ἐκ προσώπου Κυρίου, καὶ παραδοθήσεται πυρὶ γεέννης ἀτελεύτητα φλογιζούσης. ταῦτά σοι συμβήσεται καὶ πολλῷ τούτων χείρονα, εἰ ἐμμείνῃς τῇ ἀπιστίᾳ. Εἰ δὲ προθύμως ὑπακούσεις τῷ καλοῦντί σε εἰς σωτηρίαν, καί, προσδραμὼν αὐτῷ πόθῳ καὶ χαρᾷ, τῷ φωτὶ αὐτοῦ σημειωθήσῃ, καὶ ἀμεταστρεπτὶ αὐτῷ ἀκολουθήσεις, πάντα μὲν ἀπαρνησάμενος, αὐτῷ μόνῳ κεκολλημένος, ὁποίας τεύξῃ ἀσφαλείας καὶ εὐφροσύνης ἄκουσον· Ἐὰν κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς τῶν ἀσεβῶν δαιμόνων ἐπερχομένας· ἀλλὰ πορεύσῃ πεποιθὼς ὡς λέων, καὶ ζήσῃ μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεταί σε· ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός·τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· ἐγὼ γάρ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μνησθῶ· σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι σου ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.