καὶ περὶ πίστεως Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἡττᾶσθε τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτʼ ἂν ἤδη ποθοῦντες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλʼ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφʼ ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μου τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; τίς δʼ ἄν μοι γένηται Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; ἀλλʼ ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον. αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθʼ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον. Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν.ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματἴζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύς; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν. Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδʼ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν ὁ Θεός. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει, ἀλλʼ οὐδʼ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. ἀλλʼ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθʼ ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν.διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλʼ ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφʼ ἧς πᾶσα ἡ λογικὴ κτίσις κατʼ ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται. Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος· ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν. Ἐπεὶ δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος, ὡς τὸ Εγὼ εἶπα, θεοί ἐστε, καὶ ὁ δαίμων θεός, ὡς τὸ Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλʼ οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. ὁ δὲ Θεὸς μόνος κατʼ οὐσίαν ἐστὶ Θεός. μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ, τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου· ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ, Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.