ἢ γὰρ γενήσῃ τι ὄφελος τοῖς κοινοῖς, ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσῃ, ὃς τοῖς ἀπολειφθεῖσι τῶν πολιτῶν ἀμύνειν οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις οὐ συντιθέμενος. ἐκεῖνο δʼ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερόν σοι εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην δόξαν προσθήσει ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.