ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπʼ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπʼ ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἔστιν οὖν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν.κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλʼ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής. ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί σοι πρόφασις, ἤ τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλός, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδʼ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι· καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη.