Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου; εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλʼ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον πτῶμα χρή. εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶνσυμφοράν; Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. Ἦ μεγάλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵ γε ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, διὰ δὲ τῶν ἁγίων εὐαγγελίων ὅτι· Πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς ἡ κεφαλὴ ὁ Χριστός. στενάξειε δʼ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα· Φινεὲς μὲν ὁ ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος· ὁ δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παῤῥησίαν· τάχα δὲ μᾶλλον, εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον ὁ Ἰωάννης ἢ περὶ τῆς Ἡρωδιάδος τότε· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.καὶ γάρ, εἰ τὸ σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ ἡ γλῶσσα σιγᾷ, ἀλλʼ Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα; Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείας τὸν ζυγὸν ἀποῤῥίψασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα. Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας· καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετʼ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος·μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι. Ποῦ δὲ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ὴθος, καὶ ἐσθὴς λιτὴ παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; πόσα δὲ γράμματα πρὸς τοὺς ἁγίους ἐχάραξας, δι’ ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης φθορᾶς, ἐπιτύχῃς, ἀλλʼ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; ποσάκις δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; τί δεῖ καὶ λέγειν τὰς δι’ ἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις. Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ.