ὅ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμένη τις ᾖ πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχύ, νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτίς, κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦ ἡλίου τὸ σχῆμα, τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον, ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. πολύχροος γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ ἂν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύοντα δι’ ἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, ἢ τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον, ἢ ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσί, καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν, ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἢ τὸ σμαράγδιζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται.Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτειν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διαφοράν, ἀλλʼ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχροον ἐκείνην αὐγὴν μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη· τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ ξενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ ἁγίᾳ Τριάδι τὸ δὲ ἰδίαζον ὁ λόγος ἐνεθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ὑπόστασις τὸ ἰδίαζον ἑκάστου σημεῖόν ἐστιν. Ἀλλʼ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ ἀποστόλου γραφῆς, ἐν οἷς φησὶ περὶ τοῦ Κυρίου, ὅτι Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δέ, ὥσπερ ἐπὶ τοῦ Πατρός, εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται·πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλʼ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τὸ ἰδίαζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατʼ ἐξαίρετον ἐπʼ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς ἡ τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις. Ἀλλʼ ἡμεῖς τοῦτό φαμεν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ ἀποστόλῳ ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς· δόξης ἀπαύγασμα λέγων, καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅνπερ ὁ ἀκριβῶς νοήσας οὐδὲν εὑρήσει τοῖς παρʼ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλʼ ἐπί τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπʼ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλʼ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. καὶ γὰρ οὐκ εἶπεν, Ὃς ὢν δόξα τοῦ Πατρός, καίτοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ Μονογενοῦς διορίζεται δόξαν, τὸ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος. ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγή, οὐ μὴν ὑστέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγή, ἀλλʼ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς· οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν Μονογενῆ διορίζεσθαι, ἀλλʼ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συνυπολαμβάνειν.