Ἐπειδὴ πολλοί, τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσίων διαίρεσιν, κατὰ τὸν ἴσον ἀριθμόν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν)· διὰ τοῦτο ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ ἔννοια. Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. ὁ γὰρ τοῦτο εἰπών, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τόν τινα ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν, ἢ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς, δι’ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἢ τὸν Ἰωάννην ἐπιγνωσόμεθα. Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, δι’ ἧς οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφή, μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδίαζον, τὴν κοινωνίαν, οἷον ὁ Παῦλος, ἢ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν.ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητῆται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου· ἀλλὰ δι’ ὧν ἂν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθών, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων. Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. ὁ δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν. Τοῦτο οὖν ἐστὶν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλʼ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα, καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τις. ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφήν, ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπόν, ἐσιώπησε· τὸν δέ τινα διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾷν ἔμελλε τῆς κοινῆς σημασίας·ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφήν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη· ὁ γὰρ αὐτὸς ἂν ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου καὶ Σοφὰρ τοῦ Μινναίου καὶ ἐφʼ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων. Ὃν τοίνυν ἐν τοῖς καθʼ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσεις. πῶς τὸ εἶναι τοῦ Πατρός, ὅ τί ποτε ὑποτίθεταί σου ἡ ἔννοια (πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα), τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ὁ γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος, εἷς καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν. οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπεὶ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἢ εἴ τι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον, δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται. Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν· καθώς φησιν ὁ ἀπόστολος, ὅτι Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.