ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσοιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀῤῥωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρʼ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη. πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν ταὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος ἦν καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθʼ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ. Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει, περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλʼ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χοήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως· καὶ εἰ παρʼ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας· πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρʼ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλʼ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτήματος·ὥστε αὐτὸν καθʼ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμψασθαι τὸν ἐλέγξαντα. Ἕπεται δὲ τῷ ταπεινῷ καὶ κατεβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆς συννενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατʼ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδʼ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλʼ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται.