διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν πραΰτητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας, καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων, ἐβεβαίωσε γὰρ τὸν τῆς παροιμίας λόγον, ὅτι Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν, στερρῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια. Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνῆσαι τὴν εὐλάβειαν ὑμῶν, ἵνα μηδὲν ἀπερισκέπτως μηδʼ εὐκόλως περὶ αὐτῶν τυπώσητε. ἀλλʼ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον, ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵνʼ οἱ ἡμῖν συναπτόμενοι δι’ ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος. ἐπεὶ νῦν γε οὐ μετρία κατέσχε λύπη τοὺς πολλούς, ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν, τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων· καὶ οἱ τῆς δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν· ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρʼ ἑαυτοῖς, ἑπόμενοι αὐτῶν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὰ γινόμενα μᾶλλον βεβαιωθῇ ἐν τῇ πλειόνων συγκαταθέσει, καὶ ἡ εἰρήνη μὴ διεσπᾶτο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διαφερόντων.οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλʼ ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας, ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα, πάντα πρὸς καταρτισμὸν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μεθʼ ὑμῶν οἰκονομήσαντες, μεθʼ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις, ἐφʼ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες, ὅτι κἂν πάνυ τὸ καθʼ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ δύσει καὶ τοὺς κατὰ τὴν ἀνατολὴν κοινωνικούς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.