Καὶ ἄλλως μὲν ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφʼ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπʼ αὐτοῖς, ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπʼ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει· τό, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα, δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σῶματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις. Ἔστι δʼ οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαι λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν τῷ ὑποδείγματι.οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων. Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δε ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼ αὐτῷ ἐπαχθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας.ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ᾧ ἡ ἐκδίκησις, καὶ ὁ τρόπος τῆς κολάσεως, δι’ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ. Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως.