ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατε εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.