ἀλλʼ εἷς σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν, καὶ μηδεμιᾶς κατʼ αὐτοῦ διαβολῆς φείδεσθαι, τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον. Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι. φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπιστεύθησαν τὸν λαόν. παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ ἐκκλησίας. παρʼ ὧν ἡμεῖς μὲν ὡς ὁμοουσιασταὶ διωκόμεθα. Εὐστάθιος δὲ ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατʼ αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι, καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρῆλθε τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι, ὥστε τὰς ἐκείνων πράξεις ἐκδιηγεῖσθαι. ἔμαθον γὰρ προσεύχεσθαι· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν κριτὴν πάντως οὐ λήσεται. Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν, ἀσθενήσας πυρετῷ λαβροτάτῳ, καὶ ἐγγίσας μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον, λογιζόμενος εἰς οἷα πάλιν ἔρχομαι κακά· καὶ κατʼ ἐμαυτὸν ἐσκόπουν, τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθεῖ τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι’ ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν.ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην, ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλασμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλʼ αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι. Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατʼ ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. καὶ μάλιστα δὴ οὗτοι, περὶ ὧν ὁ λόγος, πολυτροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα εἴποιεν ἂν οἱ συμβεβιωκότες, ὃ δʼ οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμετάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις οὔτε αὐτὸς ἱστορήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην, τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν παρʼ ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. ἐκεῖθεν ἐκπεσόντες δι’ ἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα, καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλίπω, ὅσας ἐξέθεντο πίστεις. ἐπʼ Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἑτέραν ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἐν Κυζίκῳ·ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω, ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατʼ οὐσίαν ὅμοιον νῦν ἐπιφέρουσι, καὶ τὰς εἰς Πνεῦμα τὸ ἅγιον βλασφημίας μετʼ Εὐνομίου συγγράφουσι. τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλʼ οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνιστῶσι, διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. ταῦτά ἐστιν ἀληθῆ, μυρίων ἑτέρων ἀποσιωπηθέντων. Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὲ τοῦ συμπρεσβυτέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι. εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον· εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. πῶς γὰρ οὐκ ἀδελφοῦ τοιούτου χωρισμός; πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρʼ αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσθημεν.