τῆς καταστάσεως καὶ συγχύσεως τῶν ἐκκλησιῶν. Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθʼ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως, κατὰ τὴν τῶν μελῶν συμφωνίαν. διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν, χρείαν ὑμῶν οὐκ ἔχω, πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν τοῖς δοξαζομένοις ἐν τῇ εἰρήνῃ, ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν· ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν, οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθʼ ὑμᾶς οἰκουμένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλʼ ἐλθεῖν τινας παρʼ ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵνʼ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς ἀνατολῆς, ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι, τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα. Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. καὶ τὸ βαρύτατον, ὅτι οὔτε οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οὔτε οἱ λαοὶ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι, διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι.ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. οὐ πολιὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ἀπὸ μόνης συκοφαντίας ἑάλωσαν, καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. τινὲς δὲ οὔτε ἐγνώρισαν κατηγόρους, οὔτε εἶδον δικαστήρια, οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλʼ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν, ταῖς ἐκ τῆς ἐρημίας κακοπαθείαις παραδοθέντες εἰς θάνατον. τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, καὶ παντὸς τοῦ κλήρου λεηλασία. ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι, ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. στεναγμοὶ λαῶν, δάκρυον διηνεκὲς καὶ κατʼ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν, ὥστε πατρὸς στερηθείς, πράως φέρειν τὴν ὀρφανίαν. ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. μία φωνὴ ἐλεεινὰ π̣̣̔̓ντων καὶ σκυθρωπὰ φθεγγομένων. ἐξῇρται χαρὰ καὶ εὐφροσύνη πνευματική. εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί· οἶκοι προσευχῶν ἀπεκλείσθησαν· ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα, τὸ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγινόμενον τῶν πιστευόντων εἰς Κύριον.ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος, οὔτε προσφορά, οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος. Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης, ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ποιεῖσθαι ἡμᾶς νομίζειν προσῆκεν, οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. οἴδαμεν γάρ, ὅτι οὐκ ἄν ποτε ἐπιλάθοισθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. ἀλλʼ ἐπειδὴ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι’ ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς ἐξαγγέλλομεν, εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν, καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆσεσθαι εἰς ἡμᾶς. νῦν δὲ φοβούμεθα, μήποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως· καὶ δέος ἐστί, μὴ τὰς ἡμετέρας ἐκκλησίας καταφαγοῦσα, ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθʼ ὑμᾶς παροικίας. τάχα μὲν οὖν διὰ τὸ παρʼ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν, πρῶτοι παρεδόθημεν εἰς κατάβρωσιν τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Θεοῦ·