Δυνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. ἕως δὲ τοῦθʼ ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ εὐαγγελίου Μελέτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφʼ ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν ἁγίων δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ. Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. ἤνοιξαν γάρ τινες ἀφειδῶς στόματα κατὰ τῶν ὁμοδούλων. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως, ὅθεν κἀγὼ ἀκούσας ὅτι πολλαὶ κατʼ ἐμοῦ περιφέρονται ἐπιστολαί, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασιν, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα· τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστίν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος, ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας.ἐπειδὴ δὲ ὁρῶ, ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. ὥστε κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι, οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς ἀσθενοῦντας τῶν φίλων καταπατεῖν θεραπεύειν δὲ τοὺς κρατοῦντας. οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγγράφοντες, καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι, καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν, καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρʼ αἱρετικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι, μετʼ αὐτῶν γεγόνασι. καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαιρεσίν, ἐν Ἀγκύρᾳ τὰς κατʼ οἶκον αὐτῶν κοινωνίας κατασπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπʼ αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. ἐρωτήσατε οὖν αὐτούς, εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς Δαρδανίας ἐπανιόντες, τὰ θυσιαστήρια ἐκείνου ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν κατέστρεφον, καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν;διὰ τί καὶ μέχρι νῦν ἐπέρχονται ταῖς ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων, καὶ παρʼ ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους; εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; εἰ δὲ ὡς αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινάς, ἢ συνιστᾷν ἐπιχειροῦσι; Καὶ ἡμῶν τοίνυν ἀπέστησαν, οὔτε ἀγανακτήσαντες, ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ἐφʼ οὗ μάλιστα λέγουσι παρωξύνθαι), οὔτε ὅτι τοὺς χωρεπισκόπους, οὓς λέγουσιν ἀπεσταλκέναι, οὐκ ἐδεξάμεθα. καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. εἷς γάρ τις Εὐστάθιος ἀποσταλείς, καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως, καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστεραίᾳ ἡμῖν προσήγγισεν, ἀλλʼ οὕτως ἀφοσιωσάμενος τὸ καθʼ ἡμᾶς, ἐπανῆλθε. καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμησαν τὴν πρὸ τούτου δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθʼ ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ, ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκτους ἡμᾶς ποιῆσαι. Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλʼ ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρʼ αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου.