πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ διαβαλλόμενος, οὔθʼ υἱός. οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. εἰ δʼ οὐ δίκαιον ἐπʼ ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις, ἐπειδὴ ἡ κατʼ ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι. Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες, καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα, ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατʼ ἐμοῦ διαβολὴν ἦλθον, οὐδʼ οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες τοὺς μηδὲν ἀδικήσαντας, ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους, καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. πολλὰ γὰρ δεῖ μεριμνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι.εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἀφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκειμένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντες, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι, πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατʼ οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν, πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀπορρήγνυσθαι, τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; ἀλλὰ μία ἐπιστολὴ καὶ αὐτὴ ἀμφίβολος. οὐδὲ γὰρ ἂν εἴποιεν ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, οἵ γε οὐχὶ τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβον. ἐξ ἑνὸς τοίνυν γράμματος, καὶ τούτου παλαιοῦ. εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφʼ οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρτυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους. Ἀλλʼ οὐ γὰρ ἡ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ἡ ὑπόθεσις, ἣν ἐγὼ λέγειν αἰσχύνομαι, κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν.καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν, ἣν ἡμεῖς αὐτοῖς προετείναμεν—οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρονήματι (ὁμολογῶ γάρ), ἀλλὰ τὰς ἐπʼ αὐτοῖς ὑπονοίας, ἃς οἱ πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον, θεραπεῦσαι βουλόμενοι—ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾷν, πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν· καὶ ὑπόθεσις τῆς ἀπορρήξεως τὸ γράμμα τοῦτο ἐπενοήθη. σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι ἀποκηρύξαντες ἡμᾶς, καὶ συνθέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθʼ ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι, τὰ γράμματα περιέπεμπον πανταχοῦ. ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας, παρʼ ἄλλοις ἐφάνη ἡ ἐπιστολή· οἳ ἐξ ἑτέρων διαδεξάμενοι, ἑτέροις ἔμελλον παραπέμπειν. οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παραδιδόναι, ἵνα ταχεῖα αὐτοῖς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. καὶ ταῦτʼ ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων, ἐκρίναμεν δὲ σιωπᾷν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατʼ αὐτούς.