καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην, ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτιμῶντας· καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύπως εἶχον πρὸς αὐτούς. ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας, τὰ ἐκείνου λάθρα κατασπείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου ἐν προσποιήσει δὴ βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκατελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρʼ οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν τραυμάτων τὴν ψυχὴν πεπληγμένος. ἀλλʼ ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. καὶ προσβολαὶ μὲν ἐγένοντο ἡμῖν περὶ δογμάτων καὶ ἅπαξ καὶ δίς· καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρʼ ἡμῶν. εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλʼ οὖν ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. ἀλλʼ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρʼ αὐτῶν ἀρχὰς ἐτελείωσα.ὥσπερ γὰρ τὸ σπέρμα αὐξανόμενον, μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται ταὐτὸν δέ ἐστιν ἐν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατʼ αὔξησιν τελειούμενον, οὕτω λογίζομαι καὶ ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι, οὐχὶ δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς ὄντος τὸν νῦν ὑπάρχοντα γεγενῆσθαι. ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρʼ ἡμῶν, παρʼ ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς, ἃς συνέγραψαν καθʼ ἡμῶν, πᾶσαν περικτυπήσαντες ἀκοήν. ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης. Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν, οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. ἀλλʼ οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρʼ ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατʼ οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; ὢ τοῦ καινοῦ δράματοσϲ ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. ἀλλʼ, ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; οὐ γὰρ ἀπέστειλας, οὐδʼ ἠρώτησας, οὐδὲ παρʼ ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι ὁ εἰπών, ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὐτή; πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ ἡ παρʼ ἐμοῦ ἐπιστολὴ διεπέμφθη;εἰ δὲ κἀκεῖνος ὁ συγγραφεύς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τʼ ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις; Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετʼ ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων κινουμένων ἡμῖν; εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταὐτὸν ἐπεσκεπτόμεθα, οὐχ ἡ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρʼ ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως.