Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται. Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀκρόκοπος. κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. τὸ αὐτὸ καὶ ὑπηρέτης. Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται· τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρεθήσεται. Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων, καὶ μὴ ὁμολογήσας, ἀλλʼ ἐλεγχθείς, τοῦ τοσούτου χρόνου, εἰς ὃν ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ. Ὁ μάντεσιν ἑαυτὸν ἐπιδούς, ἤ τισι τοιούτοις, τὸν χρόνον τοῦ φονέως καὶ αὐτὸς οἰκονομηθήσεται, Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ᾧ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας. Ἐὰν μέντοιγε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος· τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν. Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως.μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας ἐκείνης, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκώς, καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς τὸν Κύριον τὰς δεήσεις. μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω, καὶ μὴ καταξιούσθω προσευχῆς. ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ἡ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω χωρὶς προσφορᾶς· καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας. Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων. Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν συναγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς· καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν. Ὁ δὲ αὐτὸς τύπος κρατείτω καὶ ἐπὶ τῶν τὰς δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους. Οἱ δὲ ταῖς μητρυιαῖς ταῖς ἑαυτῶν ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧκαὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι. Τὴν δὲ πολυγαμίαν οἱ πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι· δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι.Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς ἐπιτελέσαντες, καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες, καὶ μὴ φέροντες τοὺς πόνους, καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησιν, ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι· καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν· οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν, καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων, καὶ ὀμόσαντες ὅρκους Ἑλληνικούς, ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ. Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ἔτη εἶναι αὐτοὺς δεκτούς· εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ. Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν γ ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν. Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας.