Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν, οὐδὲ τὰς αἰτίας λέγειν, δι’ ἃς νῦν ἐγὼ ἐπὶ τῶν τόπων εἰμὶ τούτων· καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. ἀλλʼ, οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλʼ ἐφʼ ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι. ἐπεὶ· ἔμοιγε τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύλληται, καὶ εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους, πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ δίδασκομένους, ἀλλʼ αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τίτθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν πράγματα παρέξων, ἀλλʼ ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυμίαν. Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; ἐγὼ γάρ, εἰ καὶ παρʼ ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρʼ ὑμῖν ἀνδρῶν οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα, ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς, τί μὲν οὐχὶ διδόντες; τί δὲ οὐχ ὑπισχνούμενοι; ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν.πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἂν ἄκλητος εἰσωθίζεσθαι; πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον ἂν νῦν διώκειν τοὺς διαβάλλοντας; μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη, οὔτε ἐκκλησίᾳ παραβάλοι, ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰακῶν καθεζόμενοι ἐμποιοῦσι. πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον, οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν, οὐδενὸς ἐπιόντος· χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; πόθεν ἄλλοθεν ταῦτα; ἢ οὐχὶ καὶ παιδὶ γνώριμον, ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾷν καὶ πάνυ ῥᾴδιον. ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχοι ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ καταγέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα, ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεστιν. ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι, ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα· εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι. τὴν δὲ ἀληθεστάτην αἰτίαν δι’ ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. ἀλλʼ ἀκούσατε. Πίστεως διαστροφὴ παρʼ ὑμῖν μελετᾶται, ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς· Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπʼ ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου· οὗ τὰ διδάγματα ἔναυλα ὑμῖν ἐστιν ἔτι καὶ νῦν δηλονότι.τὸ γὰρ τοῦ Σαβελλίου κακόν, πάλαι μὲν κινηθέν, καταβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθʼ ἡμῶν ὀνείρους πλάττοντες. ἀλλʼ ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαισμός ἐστιν ὁ Σαβελλισμός, ἐν προσχήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος. ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ, ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾄδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσθαι τοὺς παρʼ ὑμῖν σοφοὺς καὶ λέγειν, ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί· καὶ ἐπὶ τούτῳ γάννυσθαι μέν, καὶ μέγα φρονεῖν, ὡς ἐπὶ οἰκείῳ εὑρήματι. εἴρηται γάρ, φησίν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ διὰ τὸ εἰρῆσθαι, Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. οὐ γὰρ εἴρηται εἰς τὰ ὀνόματα ἀλλʼ εἰς τὸ ὄνομα. Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφʼ αἵματος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζω τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφʼ ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ.