εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ, ὅσῳπερ ἂν μᾶλλον ᾖ καθαρὸς, διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην, μετʼ ἐμοῦ ζητείτω τὸν ἰατρόν, καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς ἀποκάλυψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· καί, Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστι τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν ἐκκλησιῶν λέγοντι· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον; εἰ δὲ ἀνίατος ἡμῶν ἡ ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παρʼ ἡμῶν βλάβης τὰς ἐκκλησίας; μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπʼ ὀδόντα λαλουμένης καθʼ ἡμῶν λοιδορίας. τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε, κἂν τῶν ἀγοραίων τις μεθʼ ὑπερβολῆς ἐπιδείξαιτο, οἷς ἡ γλῶσσα πρὸς πᾶσαν ἠκόνηται λοιδορίαν. ἀλλʼ εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. λεγέτω μετὰ παρρησίας ὁ βουλόμενος, ἵνα ἔλεγχος ἦ τὸ γινόμενον, καὶ μὴ λοιδορία. ὑπʼ ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι. Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγγραφή· πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. ἀναγνωσθήτω τὸ ἔγκλημα. δοκιμασθήτω, εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον, ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις.ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἶσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη, τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις. ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. ἢ τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς· λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι, οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν, οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. ἐγὼ δὲ ὁρῶ, ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ ἀπόστολος, ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεῦματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων. ὥστε εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος· εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρʼ ἡμῶν. ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφʼ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν.οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; ἀλλʼ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφʼ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας· ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα· ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδεῖξεις. πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί, παρʼ ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρʼ ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. ἐπειδὴ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν, τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι, οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. ἀλλʼ εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον, καὶ ῥήματα λαλοῦντας εὐσεβῆ, ἢ τοῖς γε παρʼ ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα, οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατʼ αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν πατέρων ἡμῶν ἀκολουθήσαντες.