Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπʼ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρʼ ἑαυτῶν ἐπιλογίσασθαι. Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῶν καθʼ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας· τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρῆλθεν. ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς· αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους, καὶ κατʼ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δὲ τοὺς δι’ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλʼ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν·εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν ἡ διαφορά. ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρέτικοι· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλʼ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. πλὴν ἀλλʼ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαρούς, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας· διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφʼ ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν·οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. διὸ ὡς παρὰ λἁ̣̣̓κῶν βαπτιζομένους τοὺς παρʼ αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρανιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι ἵνʼ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρʼ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθʼ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατρυνῖνον, ἀπʼ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησιάς, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς. Φθείρασα κατʼ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει.