ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἐὰν δέ μοι παραναγινώσκῃ τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. εἰ οὐκ ἐγκαρτερεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν. Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά με λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς· εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.