οὔτε γεννητόν· ἕνα γὰρ μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτΐστως. ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν, εἰποῦσα, ὅτι Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. διὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς εὐαγγελίοις διδασκαλίαν, ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν προσήκει τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν, εἰπόντος· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου. Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα, καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. ὑπέγραψα δὲ συμπαρόντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος, καὶ τοῦ χωρεπισκόπου Σεβήρου, καὶ ἄλλων τινῶν κληρικῶν.