Α Περὶ τῆς Δεκίου καὶ Γάλλου κακοτροπίας. Β Οἱ κατὰ τούσδε Ῥωμαίων ἐπίσκοποι. Γ Ὅπως Κυπριανὸς ἅμα τοῖς κατ’ αὐτὸν ἐπισκόποις τοὺς ἐξ αἱρετικῆς πλάνης ἐπιστρέφοντας λουτρῷ δεῖν καθαίρειν πρῶτος ἐδογμάτισεν. Δ Ὁπόσας περὶ τούτου Διονύσιος συνέταξεν ἐπιστολάς. Ε Περὶ τῆς μετὰ τὸν διωγμὸν εἰρήνης. Σ Περὶ τῆς κατὰ Σαβέλλιον αἱρέσεως. Ζ Περὶ τῆς τῶν αἱρετικῶν παμμιάρου πλάνης καὶ τῆς θεοπόμπου ὁράσεως Διονυσίου οὗ τε παρείληφεν ἐκκλησιαστικοῦ κανόνος. Η Περὶ τῆς κατὰ Νοουάτον ἑτεροδοξίας. Θ Περὶ τοῦ τῶν αἱρετικῶν ἀθέου βαπτίσματος. Ι Περὶ Οὐαλεριανοῦ καὶ τοῦ κατ’ αὐτὸν διωγμοῦ. ΙΑ Περὶ τῶν τότε Διονυσίῳ καὶ τοῖς κατ’ Αἴγυπτον συμβάντων. ΙΒ Περὶ τῶν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης μαρτυρησάντων. ΙΓ Περὶ τῆς κατὰ Γαλλιῆνον εἰρήνης. ΙΔ Οἱ κατ’ ἐκεῖνο συνηκμακότες ἐπίσκοποι. ΙΕ Ὅπως κατὰ Καισάρειαν Μαρῖνος ἐμαρτύρησεν. ΙΣ Ἡ κατὰ Ἀστύριον ἱστορία. ΙΖ Περὶ τῶν κατὰ Πανεάδα σημείων τῆς τοῦ σωτῆρος ἡμῶν μεγαλουργίας. ΙΗ Περὶ τοῦ θρόνου Ἰακώβου. ΙΘ Περὶ τῶν ἑορταστικῶν Διονυσίου ἐπιστολῶν, ἔνθα καὶ περὶ τοῦ πάσχα κανονίζει. Κ Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβάντων. ΚΑ Περὶ τῆς ἐπισκηψάσης νόσου. ΚΒ Περὶ τῆς Γαλλιήνου βασιλείας. ΚΓ Περὶ Νέπωτος καὶ τοῦ κατ’ αὐτὸν σχίσματος. ΚΔ Περὶ τῆς Ἰωάννου ἀποκαλύψεως. ΚΕ Περὶ τῶν ἐπιστολῶν Διονυσίου. ΚΣ Περὶ Παύλου τοῦ Σαμοσατέως καὶ τῆς ἐν Ἀντιοχείᾳ συστάσης ὑπ’ αὐτοῦ αἱρέσεως. ΚΖ Περὶ τῶν τότε γνωριζομένων διαφανῶν ἐπισκόπων. ΚΗ Ὅπως ὁ Παῦλος ἀπελεγχθεὶς ἐξεκηρύχθη. ΚΘ Περὶ τῆς τῶν Μανιχαίων ἑτεροδόξου διαστροφῆς ἄρτι τότε ἀρξαμένης. Λ Περὶ τῶν καθ’ ἡμᾶς αὐτοὺς διαπρεψάντων ἐκκλησιαστικῶν ἀνδρῶν τίνες τε αὐτῶν μέχρι τῆς τῶν ἐκκλησιῶν πολιορκίας διέμειναν.Τὸν ἕβδομον τῆς ἐκκλησιαστικῆς ἱστορίας αὖθις ὁ μέγας ἡμῖν Ἀλεξανδρέων ἐπίσκοπος Διονύσιος ἰδίαις φωναῖς συνεκπονήσει, τῶν καθ’ ἑαυτὸν πεπραγμένων ἕκαστα ἐν μέρει δι’ ὧν καταλέλοιπεν ἐπιστολῶν ὑφηγούμενος· ἐμοὶ δ’ ὁ λόγος ἐντεῦθεν ποιήσεται τὴν ἀρχήν.Δέκιον οὐδ’ ὅλον ἐπικρατήσαντα δυεῖν ἐτοῖν χρόνον αὐτίκα τε ἅμα τοῖς παισὶν κατασφαγέντα Γάλλος διαδέχεται· Ὠριγένης ἐν τούτῳ ἑνὸς δέοντα τῆς ζωῆς ἑβδομήκοντα ἀποπλήσας ἔτη, τελευτᾷ. γράφων γέ τοι ὁ Διονύσιος Ἑρμάμμωνι, περὶ τοῦ Γάλλου ταῦτα φάσκει· ἀλλ’ οὐδὲ Γάλλος ἔγνω τὸ Δεκίου κακὸν οὐδὲ προεσκόπησεν τί ποτ’ ἐκεῖνον ἔσφηλεν, ἀλλὰ πρὸς τὸν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον· ὃς εὖ φερομένης αὐτῷ τῆς βασιλείας καὶ κατὰ νοῦν χωρούντων τῶν πραγμάτων, τοὺς ἱεροὺς ἄνδρας, τοὺς περὶ τῆς εἰρήνης αὐτοῦ καὶ τῆς ὑγιείας πρεσβεύοντας πρὸς τὸν θεόν, ἤλασεν. οὐκοῦν σὺν ἐκείνοις ἐδίωξεν καὶ τὰς ὑπὲρ αὐτοῦ προσευχάς.Ταῦτα μὲν οὖν περὶ τοῦδε· κατὰ δὲ τὴν Ῥωμαίων πόλιν Κορνηλίου ἔτεσιν ἀμφὶ τὰ τρία τὴν ἐπισκοπὴν διανύσαντος, Λούκιος κατέστη διάδοχος, μησὶν δ’ οὐδ’ ὅλοις οὗτος ὀκτὼ τῇ λειτουργίᾳ διακονησάμενος, Στεφάνῳ τελευτῶν μεταδίδωσι τὸν κλῆρον. τούτῳ τὴν πρώτην ὁ Διονύσιος τῶν περὶ βαπτίσματος ἐπιστολῶν διατυποῦται, ζητήματος οὐ σμικροῦ τηνικάδε ἀνακινηθέντος, εἰ δέοι τοὺς ἐξ οἵας δ’ οὖν αἱρέσεως ἐπιστρέφοντας διὰ λουτροῦ καθαίρειν. παλαιοῦ γέ τοι κεκρατηκότος ἔθους ἐπὶ τῶν τοιούτων μόνῃ χρῆσθαι τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ.πρῶτος τῶν τότε Κυπριανός, τῆς κατὰ Καρχηδόνα παροικίας ποιμήν, οὐδ’ ἄλλως ἢ διὰ λουτροῦ πρότερον τῆς πλάνης ἀποκαθηραμένους προσίεσθαι δεῖν ἡγεῖτο. ἀλλ’ ὅ γε Στέφανος μὴ δεῖν τι νεώτερον παρὰ τὴν κρατήσασαν ἀρχῆθεν παράδοσιν ἐπικαινοτομεῖν οἰόμενος, ἐπὶ τούτῳ διηγανάκτει·πλεῖστα δὴ οὖν αὐτῷ περὶ τούτου διὰ γραμμάτων ὁ Διονύσιος ὁμιλήσας, τελευτῶν δηλοῖ ὡς ἄρα τοῦ διωγμοῦ λελωφηκότος αἱ πανταχόσε ἐκκλησίαι τὴν κατὰ Νοουάτον ἀποστραφεῖσαι νεωτεροποιίαν, εἰρήνην πρὸς ἑαυτὰς ἀνειλήφεσαν· γράφει δὲ ὧδε·ἴσθι δὲ νῦν, ἀδελφέ, ὅτι ἥνωνται πᾶσαι αἱ πρότερον διεσχισμέναι κατά τε τὴν ἀνατολὴν ἐκκλησίαι καὶ ἔτι προσωτέρω, καὶ πάντες εἰσὶν ὁμόφρονες οἱ πανταχοῦ προεστῶτες, χαίροντες καθ’ ὑπερβολὴν ἐπὶ τῇ παρὰ προσδοκίαν εἰρήνῃ γενομένῃ, Δημητριανὸς ἐν Ἀντιοχείᾳ, Θεόκτιστος ἐν Καισαρείᾳ, Μαζαβάνης ἐν Αἰλίᾳ, Μαρῖνος ἐν Τύρῳ κοιμηθέντος Ἀλεξάνδρου, Ἡλιόδωρος ἐν Λαοδικείᾳ ἀναπαυσαμένου Θηλυμίδρου, Ἕλενος ἐν Ταρσῷ καὶ πᾶσαι αἱ τῆς Κιλικίας ἐκκλησίαι, Φιρμιλιανὸς καὶ πᾶσα Καππαδοκία· τοὺς γὰρ περιφανεστέρους μόνους τῶν ἐπισκόπων ὠνόμασα, ἵνα μήτε μῆκος τῇ ἐπιστολῇ μήτε βάρος προσάψω τῷ λόγῳ.αἱ μέντοι Συρίαι ὅλαι καὶ ἡ Ἀραβία, οἷς ἐπαρκεῖτε ἑκάστοτε καὶ οἷς νῦν ἐπεστείλατε, ἥ τε Μεσοποταμία Πόντος τε καὶ Βιθυνία καί, συνελόντι εἰπεῖν, ἀγαλλιῶνται πάντες πανταχοῦ τῇ ὁμονοίᾳ καὶ φιλαδελφίᾳ, δοξάζοντες τὸν θεόν.Ταῦτα μὲν ὁ Διονύσιος· Στέφανον δ’ ἐπὶ δυσὶν ἀποπλήσαντα τὴν λειτουργίαν ἔτεσιν, Ξύστος διαδέχεται. τούτῳ δευτέραν ὁ Διονύσιος περὶ βαπτίσματος χαράξας ἐπιστολήν, ὁμοῦ τὴν Στεφάνου καὶ τῶν λοιπῶν ἐπισκόπων γνώμην τε καὶ κρίσιν δηλοῖ, περὶ τοῦ Στεφάνου λέγων ταῦτα·