ΑΠερὶ τοῦ κατὰ Σευῆρον διωγμοῦ. Β Περὶ τῆς Ὠριγένους ἐκ παιδὸς ἀσκήσεως. Γ Ὡς κομιδῇ νέος ὢν τὸν Χριστοῦ λόγον ἐπρέσβευεν. Δ Ὅσοι διʼ αὐτοῦ κατηχηθέντες προήχθησαν μάρτυρες. Ε Περὶ Ποταμιαίνης. Σ Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως. Ζ Περὶ Ἰούδα συγγραφέως. Η Περὶ τοῦ τολμηθέντος Ὠριγένει. Θ Περὶ τῶν κατὰ Νάρκισσον παραδόξων. Ι Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων. ΙΑ Περὶ Ἀλεξάνδρου. ΙΒ Περὶ Σεραπίωνος καὶ τῶν φερομένων αὐτοῦ λόγων. ΙΓ Περὶ τῶν Κλήμεντος συγγραμμάτων. ΙΔ Ὁπόσων ἐμνημόνευσε γραφῶν. ΙΕ Περὶ Ἡρακλᾶ. ΙΣ Ὅπως Ὠριγένης περὶ τὰς θείας γραφὰς ἐσπουδάκει. ΙΖ Περὶ Συμμάχου τοῦ ἑρμηνέως. ΙΗ Περὶ Ἀμβροσίου. ΙΘ Ὅσα περὶ Ὠριγένους μνημονεύεται. Κ Ὅσοι τῶν τηνικάδε φέρονται λόγοι. ΚΑ Ὅσοι κατὰ τούσδε ἐπίσκοποι ἐγνωρίζοντο. ΚΒ Ὅσα τῶν Ἱππολύτου εἰς ἡμᾶς ἦλθεν. ΚΓ Περὶ τῆς Ὠριγένους σπουδῆς καὶ ὡς τοῦ ἐκκλησιαστικοῦ πρεσβείου ἠξιώθη. ΚΔ Τίνα ἐπὶ τῆς Ἀλεξανδρείας ἐξηγήσατο. ΚΕ Ὅπως τῶν ἐνδιαθήκων γραφῶν ἐμνημόνευσεν. ΚΣ Ὅπως αὐτὸν ἑώρων οἱ ἐπίσκοποι. ΚΖ Ὡς Ἡρακλᾶς τὴν Ἀλεξανδρέων ἐπισκοπὴν διεδέξατο. ΚΗ Περὶ τοῦ κατὰ Μαξιμῖνον διωγμοῦ. ΚΘ Περὶ Φαβιανοῦ ὡς Ῥωμαίων ἐπίσκοπος ἐκ θεοῦ παραδόξως ἀνεδείχθη. Λ Ὅσοι γεγόνασιν Ὠριγένους φοιτηταί. ΛΑ Περὶ Ἀφρικανοῦ. ΛΒ Τίνα Ὠριγένης ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐξηγήσατο. ΛΓ Περὶ τῆς Βηρύλλου παρατροπῆς. ΛΔ Τὰ κατὰ Φίλιππον. ΛΕ Ὡς Διονύσιος Ἡρακλᾶ τὴν ἐπισκοπὴν διεδέξατο. ΛΣ Ὅσα ἄλλα ἐσπούδαστο τῷ Ὠριγένει. ΛΖ Περὶ τῆς τῶν Ἀράβων διαστάσεως. ΛΗ Περὶ τῆς Ἑλκεσαιτῶν αἱρέσεως. ΛΘ Περὶ τῶν κατὰ Δέκιον. Μ Περὶ τῶν Διονυσίῳ συμβάντων. ΜΑ Περὶ τῶν ἐπʼ αὐτῆς Ἀλεξανδρείας μαρτυρησάντων. ΜΒ Περὶ ὧν ἄλλων ὁ Διονύσιος ἱστορεῖ. ΜΓ Περὶ Νοουάτου, οἷός τις ἦν τὸν τρόπον, καὶ περὶ τῆς κατʼ αὐτὸν αἱρέσεως. ΜΔ Περὶ Σεραπίωνος ἱστορία Διονυσίου. ΜΕ Ἐπιστολὴ πρὸς Νοουᾶτον Διονυσίου. ΜΣ Περὶ τῶν ἄλλων Διονυσίου ἐπιστολῶν.Ὡς δὲ καὶ Σευῆρος διωγμὸν κατὰ τῶν ἐκκλησιῶν ἐκίνει, λαμπρὰ μὲν τῶν ὑπὲρ εὐσεβείας ἀθλητῶν κατὰ πάντα τόπον ἀπετελεῖτο μαρτύρια, μάλιστα δ’ ἐπλήθυεν ἐπ’ Ἀλεξανδρείας, τῶν ἀπ’ Αἰγύπτου καὶ Θηβαΐδος ἁπάσης αὐτόθι ὥσπερ ἐπὶ μέγιστον ἀθλητῶν θεοῦ παραπεμπομένων στάδιον διὰ καρτερικωτάτης τε ποικίλων βασάνων καὶ θανάτου τρόπων ὑπομονῆς τοὺς παρὰ θεῷ στεφάνους ἀναδουμένων· ἐν οἷς καὶ Λεωνίδης, ὁ λεγόμενος Ὠριγένους πατήρ, τὴν κεφαλὴν ἀποτμηθείς, νέον κομιδῇ καταλείπει τὸν παῖδα· ὃς δὴ ὁποίας ἐξ ἐκείνου περὶ τὸν θεῖον λόγον προαιρέσεως ἦν, οὐκ ἄκαιρον διὰ βραχέων διελθεῖν τῷ μάλιστα πολὺν εἶναι παρὰ τοῖς πολλοῖς τὸν περὶ αὐτοῦ βεβοημένον λόγον.πολλὰ μὲν οὖν ἄν τις εἴποι τὸν βίον τοῦ ἀνδρὸς ἐν σχολῇ παραδοῦναι διὰ γραφῆς πειρώμενος, δέοιτο δ’ ἂν καὶ ἰδίας ὑποθέσεως ἡ περὶ αὐτοῦ σύνταξις· ὅμως δ’ ἡμεῖς ἐπὶ τοῦ παρόντος ἐπιτεμόμενοι τὰ πλεῖστα διὰ βραχέων ὡς οἷόν τε, ὀλίγα ἄττα τῶν περὶ αὐτὸν διελευσόμεθα, ἔκ τινων ἐπιστολῶν καὶ ἱστορίας τῶν καὶ εἰς ἡμᾶς τῷ βίῳ πεφυλαγμένων αὐτοῦ γνωρίμων τὰ δηλούμενα φέροντες.Ὠριγένους καὶ τὰ ἐξ αὐτῶν ὡς εἰπεῖν σπαργάνων ἀξιομνημόνευτά μοι εἶναι δοκεῖ. δέκατον μὲν γὰρ ἐπεῖχε Σευῆρος τῆς βασιλείας ἔτος, ἡγεῖτο δὲ Ἀλεξανδρείας καὶ τῆς λοιπῆς Αἰγύπτου Λαῖτος, τῶν δ’ αὐτόθι παροικιῶν τὴν ἐπισκοπὴν νεωστὶ τότε μετὰ Ἰουλιανὸν Δημήτριος ὑπειλήφει.εἰς μέγα δὴ οὖν τῆς τοῦ διωγμοῦ πυρκαϊᾶς ἁφθείσης καὶ μυρίων ὅσων τοῖς κατὰ τὸ μαρτύριον ἀναδουμένων στεφάνοις, ἔρως τοσοῦτος μαρτυρίου τὴν Ὠριγένους, ἔτι κομιδῇ παιδὸς ὑπάρχοντος, κατεῖχε ψυχήν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν προπηδᾶν τε καὶ ὁρμᾶν ἐπὶ τὸν ἀγῶνα προθύμως ἔχειν.ἤδη γέ τοι σμικρὸν ὅσον αὐτῷ καὶ τὰ τῆς ἀπὸ τοῦ βίου ἀπαλλαγῆς οὐ πόρρω καθίστατο, μὴ οὐχὶ τῆς θείας καὶ οὐρανίου προνοίας εἰς τὴν πλείστων ὠφέλειαν διὰ τῆς αὐτοῦ μητρὸς ἐμποδὼν αὐτῷ τῆς προθυμίας ἐνστάσης.αὕτη γοῦν τὰ μὲν πρῶτα λόγοις ἱκετεύουσα, τῆς περὶ αὐτὸν μητρικῆς διαθέσεως φειδὼ λαβεῖν παρεκάλει, σφοδρότερον δ’ ἐπιτείναντα θεασαμένη, ὅτε γνοὺς ἁλόντα τὸν πατέρα δεσμωτηρίῳ φυλάττεσθαι ὅλος ἐγίνετο τῆς περὶ τὸ μαρτύριον ὁρμῆς, τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένη ἐσθῆτα οἴκοι μένειν ἀνάγκην ἐπῆγεν·ὃ δ’, ὡς οὐδὲν ἄλλο πράττειν αὐτῷ παρῆν, τῆς προθυμίας ὑπὲρ τὴν ἡλικίαν ἐπιτεινομένης οὐχ οἷός τε ὢν ἠρεμεῖν, διαπέμπεται τῷ πατρὶ προτρεπτικωτάτην περὶ μαρτυρίου ἐπιστολήν, ἐν ᾗ κατὰ λέξιν αὐτῷ παραινεῖ λέγων ἔπεχε μὴ δι’ ἡμᾶς ἄλλο τι φρονήσῃς. τοῦτο πρῶτον τῆς Ὠριγένους παιδικῆς ἀγχινοίας καὶ περὶ τὴν θεοσέβειαν γνησιωτάτης διαθέσεως ἀνάγραπτον ἔστω τεκμήριον.καὶ γὰρ ἤδη καὶ τῶν τῆς πίστεως λόγων οὐ σμικρὰς ἀφορμὰς καταβέβλητο, ταῖς θείαις γραφαῖς ἐξ ἔτι παιδὸς ἐνησκημένος· οὐ μετρίως γοῦν καὶ περὶ ταύτας πεπόνητο, τοῦ πατρὸς αὐτῷ πρὸς τῇ τῶν ἐγκυκλίων παιδείᾳ καὶ τούτων οὐ κατὰ πάρεργον τὴν φροντίδα πεποιημένου.ἐξ ἅπαντος γοῦν αὐτὸν πρὸ τῆς τῶν Ἑλληνικῶν μαθημάτων μελέτης ἐνῆγεν τοῖς ἱεροῖς ἐνασκεῖσθαι παιδεύμασιν, ἐκμαθήσεις καὶ ἀπαγγελίας ἡμέρας ἑκάστης αὐτὸν εἰσπραττόμενος·