διαδεξαμένη δὲ τοὺς ἀθλίους ἡ στάσις καὶ πόλεμος ἐμφύλιος τὴν καθ’ ἡμῶν ὠμότητα πρὸς ἀλλήλους αὐτῶν ἔτρεψεν, καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, ἀσχολίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς εὐμενεστέρας ἡμῖν μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ’ ἡμᾶς ἀπειλῆς φόβος ἀνετείνετο.καὶ δὴ καὶ παρῆν τὸ πρόσταγμα, αὐτὸ σχεδὸν ἐκεῖνο οἷον τὸ προρρηθὲν ὑπὸ τοῦ κυρίου ἡμῶν παρὰ βραχὺ τὸ φοβερώτατον, ὡς, εἰ δυνατόν, σκανδαλίσαι καὶ τοὺς ἐκλεκτούς.πλὴν πάντες γε κατεπτήχεσαν· καὶ πολλοὶ μὲν εὐθέως τῶν περιφανεστέρων, οἳ μὲν ἀπήντων δεδιότες, οἳ δὲ δημοσιεύοντες ὑπὸ τῶν πράξεων ἤγοντο, οἳ δὲ ὑπὸ τῶν ἀμφ’ αὐτοῖς ἐφείλκοντο· ὀνομαστί τε καλούμενοι ταῖς ἀνάγνοις καὶ ἀνιέροις θυσίαις προσῄεσαν, οἳ μὲν ὠχριῶντες καὶ τρέμοντες, ὥσπερ οὐ θύσοντες, ἀλλ’ αὐτοὶ θύματα καὶ σφάγια τοῖς εἰδώλοις ἐσόμενοι, ὡς ὑπὸ πολλοῦ τοῦ περιεστῶτος δήμου χλεύην αὐτοῖς ἐπιφέρεσθαι καὶ δήλους μὲν εἶναι πρὸς πάντα δειλοὺς ὑπάρχοντας, καὶ πρὸς τὸ τεθνάναι καὶ πρὸς τὸ θῦσαι·οἳ δέ τινες ἑτοιμότερον τοῖς βωμοῖς προσέτρεχον, ἰσχυριζόμενοι τῇ θρασύτητι τὸ μηδὲ πρότερον Χριστιανοὶ γεγονέναι, περὶ ὧν ἡ τοῦ κυρίου πρόρρησις ἀληθεστάτη ὅτι δυσκόλως σωθήσονται. τῶν δὲ λοιπῶν οἳ μὲν ἕποντο τούτοις ἑκατέροις, οἳ δὲ ἔφευγον·οἳ δὲ ἡλίσκοντο, καὶ τούτων οἳ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς χωρήσαντες, καὶ τινὲς καὶ πλείονας ἡμέρας καθειρχθέντες, εἶτα καὶ πρὶν ἐπὶ δικαστήριον ἐλθεῖν, ἐξωμόσαντο, οἳ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρτερήσαντες, πρὸς τὸ ἑξῆς ἀπεῖπον.Οἱ δὲ στερροὶ καὶ μακάριοι στῦλοι τοῦ κυρίου κραταιωθέντες ὑπ’ αὐτοῦ καὶ τῆς ἰσχυρᾶς ἐν αὐτοῖς πίστεως ἀξίαν καὶ ἀνάλογον δύναμιν καὶ καρτερίαν λαβόντες, θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασιλείας μάρτυρες·ὧν πρῶτος Ἰουλιανός, ἄνθρωπος ποδαγρός, μὴ στῆναι, μὴ βαδίσαι δυνάμενος, σὺν ἑτέροις δύο τοῖς φέρουσιν αὐτὸν προσήχθη· ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο, ὁ δ’ ἕτερος, Κρονίων ὀνόματι, ἐπίκλην δὲ Εὔνους, καὶ αὐτὸς ὁ πρεσβύτης Ἰουλιανὸς ὁμολογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως, μεγίστης οὔσης ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ, περικεχυμένου τοῦ δήμου παντός, κατετάκησαν.στρατιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθείς, ἐκβοησάντων ἐκείνων προσαχθεὶς ὁ ἀνδρειότατος ὁπλομάχος τοῦ θεοῦ Βησᾶς κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσεβείας ἀριστεύσας, ἀπετμήθη τὴν κεφαλήν.καί τις ἕτερος, τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ, προτροπῆς αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ πρὸς ἄρνησιν γενομένης, οὐχ ὑπαχθεὶς ζῶν καταπέφλεκται. Ἐπίμαχός τε μετ’ αὐτοὺς καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας διενεγκόντες ἀλγηδόνας ξυστῆρας μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι διεχύθησαν.Καὶ σὺν αὐτοῖς γυναῖκες τέσσαρες, Ἀμμωνάριόν τε ἁγία παρθένος, πάνυ φιλονείκως αὐτὴν ἐπὶ πλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύοι φθέγξεται, ἀληθεύσασα τὴν ἐπαγγελίαν, ἀπήχθη· αἱ δὲ λοιπαί, ἡ σεμνοτάτη πρεσβῦτις Μερκουρία καὶ ἡ πολύπαις μέν, οὐχ ὑπὲρ τὸν κύριον δὲ ἀγαπήσασα τὰ τέκνα Διονυσία, καταιδεσθέντος εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος, σιδήρῳ τεθνᾶσιν, μηκέτι βασάνων πεῖραν λαβοῦσαι· τὰς γὰρ ὑπὲρ πασῶν ἡ πρόμαχος Ἀμμωνάριον ἀνεδέδεκτο.Ἥρων δὲ καὶ Ἀτὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαέτης ὁ Διόσκορος παρεδόθησαν· καὶ πρῶτον τὸ μειράκιον λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον καὶ βασάνοις καταναγκάζειν ὡς εὐένδοτον πειρωμένου, οὔτ’ ἐπείσθη οὔτ’ εἶξεν ὁ Διόσκορος·τοὺς δὲ λοιποὺς ἀγριώτατα καταξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ τούτους ἔδωκεν. τὸν δὲ Διόσκορον ἐλλαμπρυνάμενόν τε δημοσίᾳ καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινάμενον θαυμάσας, παρῆκεν, ὑπέρθεσιν φήσας εἰς μετάνοιαν αὐτῷ διὰ τὴν ἡλικίαν ἐπιμετρεῖν· καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν ἐστιν Διόσκορος, εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον μείνας τὸν ἆθλον.Νεμεσίων δέ τις, κἀκεῖνος Αἰγύπτιος, ἐσυκοφαντήθη μέν ὡς δὴ σύνοικος λῃστῶν, ἀπολυσάμενος δὲ ταύτην παρὰ τῷ ἑκατοντάρχῳ τὴν ἀλλοτριωτάτην διαβολήν, καταμηνυθεὶς ὡς Χριστιανὸς ἧκεν δεσμώτης ἐπὶ τὸν ἡγούμενον· ὁ δὲ ἀδικώτατος διπλαῖς αὐτὸν ἢ τοὺς λῃστὰς ταῖς τε βασάνοις καὶ ταῖς μάστιξιν λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξεν τιμηθέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι.Ἀθρόον δέ τι σύνταγμα στρατιωτικόν, Ἄμμων καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης καὶ σὺν αὐτοῖς πρεσβύτης Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ δικαστηρίου· κρινομένου δή τινος ὡς Χριστιανοῦ καὶ πρὸς ἄρνησιν ἤδη ῥέποντος, ἐπρίοντο οὗτοι παρεστηκότες, καὶ τοῖς τε προσώποις ἐνένευον καὶ τὰς χεῖρας ἀνέτεινον καὶ συνεσχηματίζοντο τοῖς σώμασιν.ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης, πρίν τινας αὐτῶν ἄλλως λαβέσθαι, φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον, εἶναι Χριστιανοὶ λέγοντες, ὡς τόν τε ἡγεμόνα καὶ τοὺς συνέδρους ἐμφόβους γενέσθαι, καὶ τοὺς μὲν κρινομένους εὐθαρσεστάτους ἐφ’ οἷς πείσονται, φαίνεσθαι, τοὺς δὲ δικάζοντας ἀποδειλιᾶν. καὶ οὗτοι μὲν ἐκ δικαστηρίων ἐνεπόμπευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρτυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοῦ θεοῦ.