ἐκ δὴ τούτων τὰς ἀκηράτους ψυχὰς θείῳ λουτρῷ χρυσοῦ δίκην ἀποσμηχθείσας παραλαβών, κἀνταῦθα τοὺς μὲν κίοσιν τῶν ἐξωτάτω πολὺ κρείττοσιν ἐκ τῶν ἐνδοτάτω μυστικῶν τῆς γραφῆς δογμάτων ὑποστηρίζει, τοῖς δὲ πρὸς τὸ φῶς ἀνοίγμασιν καταυγάζει,προπύλῳ μὲν ἑνὶ μεγίστῳ τῆς τοῦ παμβασιλέως ἑνὸς καὶ μόνου θεοῦ δοξολογίας τὸν πάντα νεὼν κατακοσμῶν, Χριστοῦ δὲ καὶ ἁγίου πνεύματος παρ’ ἑκάτερα τῆς τοῦ πατρὸς αὐθεντίας τὰς δευτέρας αὐγὰς τοῦ φωτὸς παρασχόμενος· τῶν τε λοιπῶν διὰ τοῦ παντὸς οἴκου ἄφθονον καὶ πολὺ διάφορον τῆς καθ’ ἕκαστον ἀληθείας τὸ σαφὲς καὶ φωτεινὸν ἐνδεικνύμενος, πάντῃ δὲ καὶ πανταχόθεν τοὺς ζῶντας καὶ βεβηκότας καὶ εὐπαγεῖς τῶν ψυχῶν λίθους ἐγκρίνας, τὸν μέγαν καὶ βασιλικὸν ἐξ ἁπάντων οἶκον ἐπισκευάζεται λαμπρὸν καὶ φωτὸς ἔμπλεω τά τε ἔνδοθεν καὶ τὰ ἐκτός, ὅτι μὴ ψυχὴ μόνον καὶ διάνοια, καὶ τὸ σῶμα δὲ αὐτοῖς ἁγνείας καὶ σωφροσύνης πολυανθεῖ κόσμῳ κατηγλάϊστο.Ἔνεισιν δ’ ἐν τῷδε τῷ ἱερῷ καὶ θρόνοι βάθρα τε μυρία καὶ καθιστήρια, ἐν ὅσαις ψυχαῖς τὰ τοῦ θείου πνεύματος ἐφιζάνει δωρήματα, οἷα καὶ πάλαι ὤφθη τοῖς ἀμφὶ τοὺς ἱεροὺς ἀποστόλους, οἷς ἐφάνησαν διαμεριζόμεναι γλῶσσαι ὡς εἰ πυρὸς ἐκάθισέν τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν.ἀλλ’ ἐν μὲν τῷ πάντων ἄρχοντι ἴσως αὐτὸς ὅλος ἐγκάθηται Χριστός, ἐν δὲ τοῖς μετ’ αὐτὸν δευτερεύουσιν ἀναλόγως, καθ’ ὅσον ἕκαστος χωρεῖ, Χριστοῦ δυνάμεως καὶ πνεύματος ἁγίου μερισμοῖς. βάθρα δ’ ἂν εἶεν καὶ ἀγγέλων αἱ τινῶν ψυχαὶ τῶν εἰς παιδαγωγίαν καὶ φρουρὰν ἑκάστῳ παραδεδομένων,σεμνὸν δὲ καὶ μέγα καὶ μονογενὲς θυσιαστήριον ποῖον ἂν εἴη ἢ τῆς τοῦ κοινοῦ πάντων ἱερέως τῆς ψυχῆς τὸ εἰλικρινὲς καὶ ἁγίων ἅγιον; ᾧ παρεστὼς ἐπὶ δεξιᾷ ὁ μέγας τῶν ὅλων ἀρχιερεὺς αὐτὸς Ἰησοῦς, ὁ μονογενὴς τοῦ θεοῦ, τὸ παρὰ πάντων εὐῶδες θυμίαμα καὶ τὰς δι’ εὐχῶν ἀναίμους καὶ ἀΰλους θυσίας φαιδρῷ τῷ βλέμματι καὶ ὑπτίαις ὑποδεχόμενος χερσὶν τῷ κατ’ οὐρανὸν πατρὶ καὶ θεῷ τῶν ὅλων παραπέμπεται, πρῶτος αὐτὸς προσκυνῶν καὶ μόνος τῷ πατρὶ τὸ κατ’ ἀξίαν ἀπονέμων σέβας, εἶτα δὲ καὶ πᾶσιν ἡμῖν εὐμενῆ διαμένειν καὶ δεξιὸν εἰς ἀεὶ παραιτούμενος.Τοιοῦτος ὁ μέγας νεὼς ὃν καθ’ ὅλης τῆς ὑφ’ ἥλιον οἰκουμένης ὁ μέγας τῶν ὅλων δημιουργὸς λόγος συνεστήσατο, τῶν ἐπέκεινα οὐρανίων ἁψίδων πάλιν καὶ αὐτὸς νοερὰν ταύτην ἐπὶ γῆς εἰκόνα κατεργασάμενος, ὡς ἂν διὰ πάσης τῆς κτίσεως τῶν τε ἐπὶ γῆς λογικῶν ζῴων ὁ πατὴρ αὐτῷ τιμῷτό τε καὶ σέβοιτο.τὸν δὲ ὑπερουράνιον χῶρον καὶ τὰ ἐκεῖσε τῶν τῇδε παραδείγματα τήν τε ἄνω λεγομένην Ἱερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον καὶ τὴν ὑπερκόσμιον πόλιν τοῦ ζῶντος θεοῦ, ἐν ᾗ μυριάδες ἀγγέλων πανηγύρεις καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς ταῖς ἀρρήτοις καὶ ἀνεπιλογίστοις ἡμῖν θεολογίαις τὸν σφῶν ποιητὴν καὶ πανηγεμόνα τῶν ὅλων γεραίρουσιν, οὔτις θνητὸς οἷός τε κατ’ ἀξίαν ὑμνῆσαι, ὅτι δὴ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη αὐτὰ δὴ ταῦτα ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·ὧν ἤδη ἐν μέρει καταξιωθέντες, ἄνδρες ἅμα παισὶν καὶ γυναιξίν, σμικροὶ καὶ μεγάλοι, πάντες ἀθρόως ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ μὴ διαλίπωμεν ἐξομολογούμενοι καὶ τὸν τοσούτων ἡμῖν ἀγαθῶν παραίτιον ἀνευφημοῦντες, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις ἡμῶν, τὸν ἰώμενον πάσας τὰς νόσους ἡμῶν, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, τὸν στεφανοῦντα ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν ἡμῶν, ὅτι οὐ κατὰ τὰς ἁμαρτίας τίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν· καθὼς οἰκτείρει πατὴρ υἱοὺς αὐτοῦ, ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτόν.Ταῦτα καὶ νῦν καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον ταῖς μνήμαις ἀναζωπυροῦντες, ἀτὰρ καὶ τῆς παρούσης πανηγύρεως καὶ τῆς φαιδρᾶς ταύτης καὶ λαμπροτάτης ἡμέρας τὸν αἴτιον καὶ πανηγυριάρχην νύκτωρ καὶ μεθ’ ἡμέραν διὰ πάσης ὥρας καὶ δι’ ὅλης ὡς εἰπεῖν ἀναπνοῆς ἐν νῷ προορώμενοι, στέργοντες καὶ σέβοντες ψυχῆς ὅλῃ δυνάμει, καὶ νῦν ἀναστάντες μεγάλῃ διαθέσεως φωνῇ καθικετεύσωμεν, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ μάνδραν ἐς τέλος ἡμᾶς σκεπάζων διασῴζοιτο, τὴν παρ’ αὐτοῦ βραβεύων ἀρραγῆ καὶ ἄσειστον αἰωνίαν εἰρήνην ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι’ οὗ αὐτῷ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν.Φέρε δή, λοιπὸν καὶ τῶν βασιλικῶν διατάξεων Κωνσταντίνου καὶ Λικιννίου τὰς ἐκ τῆς Ῥωμαίων φωνῆς μεταληφθείσας ἑρμηνείας παραθώμεθα.Ἤδη μὲν πάλαι σκοποῦντες τὴν ἐλευθερίαν τῆς θρῃσκείας οὐκ ἀρνητέαν εἶναι, ἀλλ’ ἑνὸς ἑκάστου τῇ διανοίᾳ καὶ τῇ βουλήσει ἐξουσίαν δοτέον τοῦ τὰ θεῖα πράγματα τημελεῖν κατὰ τὴν αὐτοῦ προαίρεσιν ἕκαστον, κεκελεύκειμεν τοῖς τε Χριστιανοῖς ...τῆς αἱρέσεως καὶ τῆς θρῃσκείας τῆς ἑαυτῶν τὴν πίστιν φυλάττειν·ἀλλ’ ἐπειδὴ πολλαὶ καὶ διάφοροι αἱρέσεις ἐν ἐκείνῃ τῇ ἀντιγραφῇ, ἐν ᾗ τοῖς αὐτοῖς συνεχωρήθη ἡ τοιαύτη ἐξουσία, ἐδόκουν προστεθεῖσθαι σαφῶς, τυχὸν ἴσως τινὲς αὐτῶν μετ’ ὀλίγον ἀπὸ τῆς τοιαύτης παραφυλάξεως ἀπεκρούοντο.