Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς. οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ’ αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ’ αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος, ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται καὶ οἱ τὰ τοιαῦτα γράφοντες ἐλήρουν προφῆται, γρᾳδίοις ψυχροῖς ὁμιλοῦντες. οὐδὲν δὲ οἶμαι κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν. αἴτιον δέ, ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθῆραι τοῖς ἐγκυκλίοις μαθήμασιν οὐδὲ ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα οὐδὲ ἀνακαθῆραι τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, ἀλλ’ οἷον φῶς μέγα δι’ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα· Φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία, πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. ἀλλ’ ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι, πόσῳ φαυλότεροι τῶν παρ’ ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι.Προσήκει δὲ οὐ τὰ τῶν θεῶν μόνον ἀγάλματα προσκυνεῖν, ἀλλὰ καὶ τοὺς ναοὺς καὶ τὰ τεμένη καὶ τοὺς βωμούς· εὔλογον δὲ καὶ τοὺς ἱερέας τιμᾶν ὡς λειτουργοὺς θεῶν καὶ ὑπηρέτας καὶ διακονοῦντας ἡμῖν τὰ πρὸς τοὺς θεούς, συνεπισχύοντας τῇ ἐκ θεῶν εἰς ἡμᾶς τῶν ἀγαθῶν δόσει· προθύουσι γὰρ πάντων καὶ ὑπερεύχονται. δίκαιον οὖν ἀποδιδόναι πᾶσιν αὐτοῖς οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον, ἢ τοῖς πολιτικοῖς ἄρχουσι τὰς τιμάς. εἰ δέ τις οἴεται τοῦτο ἐπ’ ἴσης χρῆναι νέμειν αὐτοῖς καὶ τοῖς πολιτικοῖς ἄρχουσιν, ἐπεὶ κἀκεῖνοι τρόπον τινὰ τοῖς θεοῖς ἱερατεύουσι, φύλακες ὄντες τῶν νόμων, ἀλλὰ τά γε τῆς εὐνοίας παρὰ πολὺ χρὴ νέμειν τούτοις. οἱ μὲν γὰρ Ἀχαιοὶ καίπερ πολέμιον ὄντα τὸν ἱερέα προσέταττον αἰδεῖσθαι τῷ βασιλεῖ· ἡμεῖς δὲ οὐδὲ τοὺς φίλους αἰδούμεθα τοὺς εὐχομένους ὑπὲρ ἡμῶν καὶ θύοντας.Ἀλλ’ ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον εἶναί μοι δοκεῖ διελθεῖν ἐφεξῆς, ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται καὶ τοὺς θεοὺς τιμᾶσθαι ποιήσει. τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ ἐξετάζειν, ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. ἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπῶμεν, ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον, εἰς ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν. ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς τοὺς θεοὺς ὁσίων; ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δ’ ἂν ἐξελέγξῃ τις, μὴ ἀτιμάζειν. οὐδὲ γὰρ εὔλογον ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι τὴν τιμὴν προσαφαιρεῖσθαι. ἔστω τοίνυν ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη· Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν, Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν, καὶ πάλιν ἐν ἄλλοις ὁ θεός φησι Πάντας μὲν θεράποντας ἐμοὺς ὀλοῆς κακότητος—, καί φησιν ὑπὲρ τούτων δίκην ἐπιθήσειν αὐτοῖς.Πολλῶν δὲ εἰρημένων τοιούτων παρὰ τοῦ θεοῦ, δι’ ὧν ἔνεστι μαθόντας ὅπως χρὴ τιμᾶν καὶ θεραπεύειν τοὺς ἱερέας, εἰρήσεταί μοι διὰ πλειόνων ἐν ἄλλοις· ἀπόχρη δὲ νῦν, ὅτι μὴ σχεδιάζω μηδέν, ἐπιδεῖξαι τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων ἱκανὸν ἡγούμενος. εἴ τις οὖν ἀξιόπιστον ὑπείληφεν ἐμὲ διδάσκαλον τῶν τοιούτων, αἰδεσθεὶς τὸν θεὸν ἐκείνῳ πειθέσθω καὶ τοὺς ἱερέας τῶν θεῶν τιμάτω διαφερόντως· ὁποῖον δὲ αὐτὸν εἶναι χρή, πειράσομαι νῦν εἰπεῖν, οὐχ ἕνεκα σοῦ· τοῦτο μὲν γὰρ εἰ μὴ τὸ νῦν ἠπιστάμην, ἅμα μὲν τοῦ καθηγεμόνος, ἅμα δὲ τῶν μεγίστων θεῶν μαρτυρούντων, ὅτι τὴν λειτουργίαν ταύτην διαθήσῃ καλῶς, ὅσα γε εἰς προαίρεσιν ἥκει τὴν σήν, οὐδ’ ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος· ἀλλ’ ὅπως ἔχῃς ἐντεῦθεν διδάσκειν τοὺς ἄλλους, οὐκ ἐν ταῖς πόλεσι μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀγροῖς εὐλογώτερον καὶ ἐπ’ ἐξουσίας, ὡς οὐκ οἴκοθεν αὐτὰ νοεῖς καὶ πράττεις μόνος, ἔχεις δὲ καὶ ἐμὲ σύμψηφον σεαυτῷ, δοκοῦντά γε εἶναι διὰ τοὺς θεοὺς ἀρχιερέα μέγιστον, ἄξιον μὲν οὐδαμῶς πράγματος τοσούτου, βουλόμενον δὲ εἶναι καὶ προσευχόμενον ἀεὶ τοῖς θεοῖς. εὖ γὰρ ἴσθι, μεγάλας ἡμῖν οἱ θεοὶ μετὰ τὴν τελευτὴν ἐλπίδας ἐπαγγέλλονται. πειστέον δὲ αὐτοῖς πάντως. ἀψευδεῖν γὰρ εἰώθασιν οὐχ ὑπὲρ ἐκείνων μόνον, ἀλλὰ καὶ τῶν ἐν τῷ βίῳ τῷδε. οἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί τε ὄντες καὶ τῆς ἐν τῷ βίῳ τούτῳ περιγενέσθαι ταραχῆς καὶ τὸ ἄτακτον αὐτοῦ καὶ τὸ ἀλλόκοτον ἐπανορθοῦν ἆρ’ οὐκ ἐν ἐκείνῳ μᾶλλον, ὅπου διῄρηται τὰ μαχόμενα, χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς, γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος, ἱκανοὶ παρασχεῖν ἔσονται ταῦθ’ ὅσαπερ ἐπηγγείλαντο τοῖς ἀνθρώποις; εἰδότες οὖν, ὅτι μεγάλας ἔχειν ἔδοσαν οἱ θεοὶ τοῖς ἱερεῦσι τὰς ἀμοιβάς, ἐγγύους αὐτοὺς ἐν πᾶσι τῆς ἀξίας τῶν θεῶν κατασκευάσωμεν, ὧν πρὸς τὰ πλήθη χρὴ λέγειν δεῖγμα τὸν ἑαυτῶν ἐκφέροντας βίον.