Πῶς δὲ ὁ τὸν Ἑταίρειον θεραπεύων Δία, ὁρῶν τοὺς πέλας ἐνδεεῖς χρημάτων, εἶτα μηδ’ ὅσον δραχμῆς μεταδιδούς, οἴεται τὸν Δία καλῶς θεραπεύειν; ὅταν εἰς ταῦτα ἀπίδω, παντελῶς ἀχανὴς γίνομαι, τὰς μὲν ἐπωνυμίας τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς ὥσπερ εἰκόνας γραπτὰς ὁρῶν, ἔργῳ δὲ ὑφ’ ἡμῶν οὐδὲν τοιοῦτον ἐπιτηδευόμενον. ὁμόγνιοι λέγονται παρ’ ἡμῖν θεοὶ καὶ Ζεὺς ὁμόγνιος, ἔχομεν δὲ ὥσπερ πρὸς ἀλλοτρίους τοὺς συγγενεῖς· ἄνθρωπος γὰρ ἀνθρώπῳ καὶ ἑκὼν καὶ ἄκων πᾶς ἐστι συγγενής, εἴτε, καθάπερ λέγεται παρά τινων, ἐξ ἑνός τε καὶ μιᾶς γενόναμεν πάντες, εἴθ’ ὁπωσοῦν ἄλλως, ἀθρόως ὑποστησάντων ἡμᾶς τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς, οὐχ ἕνα καὶ μίαν, ἀλλὰ πολλοὺς ἅμα καὶ πολλάς. οἱ γὰρ ἕνα καὶ μίαν δυνηθέντες οἷοί τε ἦσαν ἅμα καὶ πολλοὺς καὶ πολλάς ὑποστῆσαι. καὶ γὰρ ὃν τρόπον τόν τε ἕνα καὶ τὴν μίαν, τὸν αὐτὸν τρόπον τοὺς πολλούς τε καὶ τὰς πολλάς. εἴς τε τὸ διάφορον ἀποβλέψαντα τῶν ἐθῶν καὶ τῶν νόμων, οὐ μὴν ἀλλὰ καὶ ὅπερ ἐστὶ μεῖζον καὶ τιμιώτερον καὶ κυριώτερον, εἰς τὴν τῶν θεῶν φήμην, ἣ παραδέδοται διὰ τῶν ἀρχαίων ἡμῖν θεουργῶν, ὡς, ὅτε Ζεὺς ἐκόσμει τὰ πάντα, σταγόνων αἵματος ἱεροῦ πεσουσῶν, ἐξ ὧν που τὸ τῶν ἀνθρώπων βλαστήσειε γένος. καὶ οὕτως οὖν συγγενεῖς γινόμεθα πάντες, εἰ μὲν ἐξ ἑνὸς καὶ μιᾶς, ἐκ δυοῖν ἀνθρώποιν ὄντες οἱ πολλοὶ καὶ πολλαί, εἰ δέ, καθάπερ οἱ θεοί φασι καὶ χρὴ πιστεύειν ἐπιμαρτυρούντων τῶν ἔργων, ἐκ τῶν θεῶν πάντες γεγονότες. ὅτι δὲ πολλοὺς ἅμα ἀνθρώπους γενέσθαι μαρτυρεῖ τὰ ἔργα, ῥηθήσεται μὲν ἀλλαχοῦ δι’ ἀκριβείας, ἐνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἑνὸς μὲν καὶ μιᾶς οὖσιν οὔτε τοὺς νόμους εἰκὸς ἐπὶ τοσοῦτον παραλλάξαι οὔτε ἄλλως τὴν γῆν ὑφ’ ἑνὸς ἐμπλησθῆναι πᾶσαν, οὐδὲ εἰ τέκνα ἅμα πολλὰ καθάπερ αἱ σύες ἔτικτον αὐτοῖς αἱ γυναῖκες.πανταχοῦ δὲ ἀθρόως φυτευσάντων τῶν θεῶν, ὅνπερ τρόπον ὁ εἷς, οὕτω δὲ καὶ οἱ πλείους προῆλθον ἄνθρωποι τοῖς γενεάρχαις θεοῖς ἀποκληρωθέντες, οἳ καὶ προήγαγον αὐτούς, ἀπὸ τοῦ δημιουργοῦ τὰς ψυχὰς παραλαμβάνοντες ἐξ αἰῶνος.Κἀκεῖνο δ’ ἄξιον ἐννοεῖν, ὅσοι παρὰ τῶν ἔμπροσθεν ἀνάλωνται λόγοι περὶ τοῦ φύσει κοινωνικὸν εἶναι ζῷον τὸν ἄνθρωπον. ἡμεῖς οὖν οἱ ταῦτα εἰπόντες καὶ διατάξαντες ἀκοινωνήτως πρὸς τοὺς πλησίον ἕξομεν; ἐκ δὴ τῶν τοιούτων ἠθῶν τε καὶ ἐπιτηδευμάτων ἕκαστος ἡμῶν ὁρμώμενος εὐλαβείας τῆς εἰς τοὺς θεούς, χρηστότητος τῆς εἰς ἀνθρώπους, ἁγνείας τῆς περὶ τὸ σῶμα, τὰ τῆς εὐσεβείας ἔργα πληρούτω, πειρώμενος δὲ ἀεί τι περὶ τῶν θεῶν εὐσεβὲς διανοεῖσθαι καὶ μετά τινος ἀποβλέπων εἰς τὰ ἱερὰ τῶν θεῶν καὶ τὰ ἀγάλματα τιμῆς καὶ ὁσιότητος, σεβόμενος ὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς. ἀγάλματα γὰρ καὶ βωμοὺς καὶ πυρὸς ἀσβέστου φυλακὴν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα σύμβολα οἱ πατέρες ἔθεντο τῆς παρουσίας τῶν θεῶν, οὐχ ἵνα ἐκεῖνα θεοὺς νομίσωμεν, ἀλλ’ ἵνα δι’ αὐτῶν τοὺς θεοὺς θεραπεύσωμεν. ἐπειδὴ γὰρ ἡμᾶς ὄντας ἐν σώματι σωματικῶς ἔδει ποιεῖσθαι τοῖς θεοῖς καὶ τὰς λατρείας, ἀσώματοι δέ εἰσιν αὐτοί· πρῶτα μὲν ἔδειξαν ἡμῖν ἀγάλματα τὸ δεύτερον ἀπὸ τοῦ πρώτου τῶν θεῶν γένος περὶ πάντα τὸν οὐρανὸν κύκλῳ περιφερόμενον. δυναμένης δὲ οὐδὲ τούτοις ἀποδίδοσθαι τῆς θεραπείας σωματικῶς· ἀπροσδεᾶ γάρ ἐστι φύσει· ἕτερον ἐπὶ γῆς ἐξηυρέθη γένος ἀγαλμάτων, εἰς ὃ τὰς θεραπείας ἐκτελοῦντες ἑαυτοῖς εὐμενεῖς τοὺς θεοὺς καταστήσομεν. ὥσπερ γὰρ οἱ τῶν βασιλέων θεραπεύοντες εἰκόνας, οὐδὲν δεομένων, ὅμως ἐφέλκονται τὴν εὔνοιαν εἰς ἑαυτούς, οὕτω καὶ οἱ θεῶν θεραπεύοντες τὰ ἀγάλματα, δεομένων οὐδὲν τῶν θεῶν, ὅμως πείθουσιν αὐτοὺς ἐπαμύνειν σφίσι καὶ κήδεσθαι· δεῖγμα γάρ ἐστιν ὡς ἀληθῶς ὁσιότητος ἡ περὶ τὰ δυνατὰ προθυμία, καὶ ὁ ταύτην πληρῶν εὔδηλον ὅτι μειζόνως ἐκείνην ἀποδίδωσιν, ὁ δὲ τῶν δυνατῶν ὀλιγωρῶν, εἶτα προσποιούμενος τῶν ἀδυνάτων ὀρέγεσθαι δῆλός ἐστιν οὐκ ἐκεῖνα μεταδιώκων, ἀλλὰ ταῦτα παρορῶν· οὐδὲ γάρ, εἰ μηδενὸς ὁ θεὸς δεῖται, διὰ τοῦτο οὐδὲν αὐτῷ προσοιστέον· οὐδὲ γὰρ τῆς διὰ λόγων εὐφημίας δεῖται. τί οὖν;εὔλογον αὐτὸν ἀποστερῆσαι καὶ ταύτης; οὐδαμῶς. οὐκ ἄρα οὐδὲ τῆς διὰ τῶν ἔργων εἰς αὐτὸν γιγνομένης τιμῆς, ἧς ἐνομοθέτησαν οὐκ ἐνιαυτοὶ τρεῖς οὐδὲ τρισχίλιοι, πᾶς δὲ ὁ προλαβὼν αἰὼν ἐν πᾶσι τοῖς τῆς γῆς ἔθνεσιν.Ἀφορῶντες οὖν εἰς τὰ τῶν θεῶν ἀγάλματα μή τοι νομίζωμεν αὐτὰ λίθους εἶναι μηδὲ ξύλα, μηδὲ μέντοι τοὺς θεοὺς αὐτοὺς εἶναι ταῦτα. καὶ γὰρ οὐδὲ τὰς βασιλικὰς εἰκόνας ξύλα καὶ λίθον καὶ χαλκὸν λέγομεν, οὐ μὴν οὐδὲ αὐτοὺς τοὺς βασιλέας, ἀλλὰ εἰκόνας βασιλέων. ὅστις οὖν ἐστι φιλοβασιλεὺς ἡδέως ὁρᾷ τὴν τοῦ βασιλέως εἰκόνα, καὶ ὅστις ἐστὶ φιλόπαις ἡδέως ὁρᾷ τὴν τοῦ παιδός, καὶ ὅστις φιλοπάτωρ τὴν τοῦ πατρός. οὐκοῦν καὶ ὅστις φιλόθεος ἡδέως εἰς τὰ τῶν θεῶν ἀγάλματα καὶ τὰς εἰκόνας ἀποβλέπει, σεβόμενος ἅμα καὶ φρίττων ἐξ ἀφανοῦς ὁρῶντας εἰς αὐτὸν τοὺς θεούς. εἴ τις οὖν οἴεται δεῖν αὐτὰ μηδὲ φθείρεσθαι διὰ τὸ θεῶν ἅπαξ εἰκόνας κληθῆναι, παντελῶς ἄφρων εἶναί μοι φαίνεται. χρῆν γὰρ δήπουθεν αὐτὰ μηδὲ ὑπὸ ἀνθρώπων γενέσθαι. τὸ δὲ ὑπ’ ἀνδρὸς σοφοῦ καὶ ἀγαθοῦ γενόμενον ὑπὸ ἀνθρώπου πονηροῦ καὶ ἀμαθοῦς φθαρῆναι δύναται. τὰ δὲ ὑπὸ τῶν θεῶν ζῶντα ἀγάλματα κατασκευασθέντα τῆς ἀφανοῦς αὐτῶν οὐσίας, οἱ περὶ τὸν οὐρανὸν κύκλῳ φερόμενοι θεοί, μένει τὸν ἀεὶ χρόνον ἀίδια. μηδεὶς οὖν ἀπιστείτω θεοῖς ὁρῶν καὶ ἀκούων, ὡς ἐνύβρισάν τινες εἰς τὰ ἀγάλματα καὶ τοὺς ναούς. ἆρ’ οὐκ ἀνθρώπους χρηστοὺς ἀπέκτειναν πολλοί, καθάπερ Σωκράτη καὶ Δίωνα καὶ τὸν μέγαν Ἐμπεδότιμον; ὧν εὖ οἶδ’ ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς. ἀλλ’ ὁρᾶτε, ὅτι καὶ τούτων φθαρτὸν εἰδότες τὸ σῶμα συνεχώρησαν εἶξαι τῇ φύσει καὶ ὑποχωρῆσαι, δίκην δὲ ἀπῄτησαν ὕστερον παρὰ τῶν κτεινάντων. ὃ δὴ συνέβη φανερῶς ἐφ’ ἡμῶν ἐπὶ πάντων τῶν ἱεροσύλων.