Ἀρκτέον δὲ ἡμῖν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας. οὕτω γὰρ ἡμᾶς πρέπει τοῖς θεοῖς λειτουργεῖν ὡς παρεστηκόσιν αὐτοῖς καὶ ὁρῶσι μὲν ἡμᾶς, οὐχ ὁρωμένοις δὲ ὑφ’ ἡμῶν καὶ τὸ πάσης αὐγῆς ὄμμα κρεῖττον ἄχρι τῶν ἀποκρυπτομένων ἡμῖν λογισμῶν διατετακόσιν. ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος οὗτός ἐστιν, ἀλλὰ τοῦ θεοῦ, διὰ πολλῶν μὲν εἰρημένος λόγων, ἐμοὶ δὲ δῆτα ἀπόχρη καὶ ἕνα παραθεμένῳ δύο δι’ ἑνὸς παραστῆσαι, πῶς μὲν ὁρῶσιν οἱ θεοὶ πάντα, πῶς δὲ ἐπὶ τοῖς εὐσεβέσιν εὐφραίνονται· Πάντη Φοιβείη τέταται τανυσίσκοπος ἀκτίς· Καί τε διὰ στερεῶν χωρεῖ θοὸν ὄμμα πετράων, Καὶ διὰ κυανέης ἁλὸς ἔρχεται, οὐδέ ἑ λήθει Πληθὺς ἀστερόεσσα παλινδίνητος ἰοῦσα Οὐρανὸν εἰς ἀκάμαντα σοφῆς κατὰ θεσμὸν ἀνάγκης, Οὐδ’ ὅσα νερτερίων ὑπεδέξατο φῦλα καμόντων Τάρταρος ἀχλυόεντος ὑπὸ ζόφον ἀίδος εἴσω· Εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον, ὅσσον Ὀλύμπῳ.Ὅσῳ δὲ λίθου καὶ πέτρας ἅπασα μὲν ψυχή, πολὺ δὲ πλέον ἡ τῶν ἀνθρώπων οἰκειότερον ἔχει καὶ συγγενέστερον πρὸς τοὺς θεούς, τοσούτῳ μᾶλλον εἰκός ἐστι ῥᾷον καὶ ἐνεργέστερον δι’ αὐτῆς χωρεῖν τῶν θεῶν τὸ ὄμμα. θέα δὲ τὴν φιλανθρωπίαν τοῦ θεοῦ γάνυσθαι φάσκοντος τῇ τῶν εὐσεβῶν ἀνδρῶν διανοίᾳ ὅσον Ὀλύμπῳ τῷ καθαρωτάτῳ. πῶς ἡμῖν οὗτος οὐχὶ καὶ ἀνάξει τὰς ψυχὰς ἡμῶν ἀπὸ τοῦ ζόφου καὶ τοῦ Ταρτάρου μετ’ εὐσεβείας αὐτῷ προσιόντων; οἶδε μὲν γὰρ καὶ τοὺς ἐν τῷ Ταρτάρῳ κατακεκλεισμένους· οὐδὲ γὰρ ἐκεῖνα τῆς τῶν θεῶν ἐκτὸς πίπτει δυνάμεως· ἐπαγγέλλεται δὲ τοῖς εὐσεβέσι τὸν Ὄλυμπον ἀντὶ τοῦ Ταρτάρου. διόπερ χρὴ μάλιστα τῶν τῆς εὐσεβείας ἔργων ἀντέχεσθαι προσιόντας μὲν τοῖς θεοῖς μετ’ εὐλαβείας, αἰσχρὸν μηδὲν μήτε λέγοντας μήτε ἀκούοντας. ἁγνεύειν δὲ χρὴ τοὺς ἱερέας οὐκ ἔργων μόνον ἀκαθάρτων οὐδὲ ἀσελγῶν πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ ἀκροαμάτων τοιούτων. ἐξελατέα τοίνυν ἐστὶν ἡμῖν πάντα τὰ ἐπαχθῆ σκώμματα, πᾶσα δὲ ἀσελγὴς ὁμιλία. καὶ ὅπως εἰδέναι ἔχῃς ὃ βούλομαι φράζειν, ἱερωμένος τις μήτε Ἀρχίλοχον ἀναγινωσκέτω μήτε Ἱππώνακτα μήτε ἄλλον τινὰ τῶν τὰ τοιαῦτα γραφόντων. ἀποκλινέτω καὶ τῆς παλαιᾶς κωμῳδίας ὅσα τῆς τοιαύτης ἰδέας· ἄμεινον μὲν γάρ· καὶ πάντως πρέποι δ’ ἂν ἡμῖν ἡ φιλοσοφία μόνη, καὶ τούτων οἱ θεοὺς ἡγεμόνας προστησάμενοι τῆς ἑαυτῶν παιδείας, ὥσπερ Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης οἵ τε ἀμφὶ Χρύσιππον καὶ Ζήνωνα.προσεκτέον μὲν γὰρ οὔτε πᾶσιν οὔτε τοῖς πάντων δόγμασιν, ἀλλὰ ἐκείνοις μόνον καὶ ἐκείνων, ὅσα εὐσεβείας ἐστὶ ποιητικὰ καὶ διδάσκει περὶ θεῶν πρῶτον μὲν ὡς εἰσίν, εἶτα ὡς προνοοῦσι τῶν τῇδε, καὶ ὡς ἐργάζονται μὲν οὐδὲ ἓν κακὸν οὔτε ἀνθρώπους οὔτε ἀλλήλους φθονοῦντες καὶ βασκαίνοντες καὶ πολεμοῦντες, ὁποῖα γράφοντες οἱ μὲν παρ’ ἡμῖν ποιηταὶ κατεφρονήθησαν, οἱ δὲ τῶν Ἰουδαίων προφῆται διατεταμένως συγκατασκευάζοντες ὑπὸ τῶν ἀθλίων τούτων τῶν προσνειμάντων ἑαυτοὺς τοῖς Γαλιλαίοις θαυμάζονται.Πρέποι δ’ ἂν ἡμῖν ἱστορίαις ἐντυγχάνειν, ὁπόσαι συνεγράφησαν ἐπὶ πεποιημένοις τοῖς ἔργοις· ὅσα δέ ἐστιν ἐν ἱστορίας εἴδει παρὰ τοῖς ἔμπροσθεν ἀπηγγελμένα πλάσματα παραιτητέον, ἐρωτικὰς ὑποθέσεις καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. καθάπερ γὰρ οὐδὲ ὁδὸς πᾶσα τοῖς ἱερωμένοις ἁρμόττει, τετάχθαι δὲ χρὴ καὶ ταύτας, οὕτως οὐδὲ ἀνάγνωσμα πᾶν ἱερωμένῳ πρέπει. ἐγγίνεται γάρ τις τῇ ψυχῇ διάθεσις ὑπὸ τῶν λόγων, καὶ κατ’ ὀλίγον ἐγείρει τὰς ἐπιθυμίας, εἶτα ἐξαίφνης ἀνάπτει δεινὴν φλόγα, πρὸς ἣν οἶμαι χρὴ πόρρωθεν παρατετάχθαι.Μήτε Ἐπικούρειος εἰσίτω λόγος μήτε Πυρρώνειος· ἤδη μὲν γὰρ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ ἀνῃρήκασιν, ὥστε ἐπιλείπειν καὶ τὰ πλεῖστα τῶν βιβλίων. ὅμως οὐδὲν κωλύει τύπου χάριν ἐπιμνησθῆναι μὲν καὶ τούτων, ὁποίων χρὴ μάλιστα τοὺς ἱερέας ἀπέχεσθαι λόγων, εἰ δὲ λόγων, πολὺ πρότερον ἐννοιῶν. οὐδὲ γὰρ οἶμαι ταὐτόν ἐστιν ἁμάρτημα γλώττης καὶ διανοίας, ἀλλ’ ἐκείνην χρὴ μάλιστα θεραπεύειν, ὡς καὶ τῆς γλώττης ἐκείνῃ συνεξαμαρτανούσης. ἐκμανθάνειν χρὴ τοὺς ὕμνους τῶν θεῶν· εἰσὶ δὲ οὗτοι πολλοὶ μὲν καὶ καλοὶ πεποιημένοι παλαιοῖς καὶ νέοις· οὐ μὴν ἀλλ’ ἐκείνους πειρατέον ἐπίστασθαι τοὺς ἐν τοῖς ἱεροῖς ᾀδομένους. οἱ πλεῖστοι γὰρ ὑπ’ αὐτῶν τῶν θεῶν ἱκετευθέντων ἐδόθησαν, ὀλίγοι δέ τινες ἐποιήθησαν καὶ παρὰ ἀνθρώπων, ὑπὸ πνεύματος ἐνθέου καὶ ψυχῆς ἀβάτου τοῖς κακοῖς ἐπὶ τῇ τῶν θεῶν τιμῇ συγκείμενοι.Ταῦτά γε ἄξιον ἐπιτηδεύειν καὶ εὔχεσθαι πολλάκις τοῖς θεοῖς ἰδία καὶ δημοσίᾳ, μάλιστα μὲν τρὶς τῆς ἡμέρας, εἰ δὲ μή, πάντως ὄρθρου γε καὶ δείλης· οὐδὲ γὰρ εὔλογον ἄθυτον ἄγειν ἡμέραν ἢ νύκτα τὸν ἱερωμένον· ἀρχὴ δὲ ὄρθρος μὲν ἡμέρας, ὀψία δὲ νυκτός. εὔλογον δὲ ἀμφοτέρων τοῖς θεοῖς ἀπάρχεσθαι τῶν διαστημάτων, ὅταν ἔξωθεν τῆς ἱερατικῆς ὄντες τυγχάνωμεν λειτουργίας· ὡς τά γε ἐν τοῖς ἱεροῖς, ὅσα πάτριος διαγορεύει νόμος, φυλάττειν πρέπει, καὶ οὔτε πλέον οὔτε ἔλαττόν τι ποιητέον αὐτῶν· ἀίδια γάρ ἐστι τὰ τῶν θεῶν· ὥστε καὶ ἡμᾶς χρὴ μιμεῖσθαι τὴν οὐσίαν αὐτῶν, ἵν’ αὐτοὺς ἱλασκώμεθα διὰ τοῦτο πλέον.