καὶ γὰρ νῦν ἔγραψα ταυτηνὶ τὴν ἐπιστολήν, οὐ σοὶ μόνον ἀνάγνωσμα, ἐπεὶ καὶ ἀναγκαίαν πολλοῖς αὐτὴν ᾔδειν, καὶ δώσω γε πᾶσιν οὐκ ἄκουσιν, ὡς ἐμαυτὸν πείθω, ληψομένοις· σεμνότερον γὰρ ὁρῶντές σε καὶ ὀγκωδέστερον τῶν ἔμπροσθέν σοι βεβιωμένων ἄχθονται.Τελείαν ἔχεις παρ’ ἡμῶν τὴν ἀπόκρισιν, ὥστε σε μηδὲν ἐπιποθεῖν. οὔκουν οὐδὲ ἡμεῖς παρὰ σοῦ τι πλέον ἀπαιτοῦμεν· ἀλλ’ ἐντυχών, εἰς ὅ τι βούλει τοῖς γράμμασι χρῆσαι· τὰ γὰρ τῆς ἡμετέρας φιλίας πεπέρανταί σοι. ἔρρωσο τρυφῶν καὶ λοιδορούμενος ἐμοὶ παραπλησίως.