Ἀλλὰ τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον, ἀξίαν; οὐκ οἶσθ’ ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο, καὶ Ὀδυσσεὺς μὲν αὐτὸν ὁ συνετώτατος ἔπαι ετῷ σκήπτρῳ, τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας; πλὴν οὐ μέγα ἔργον ἐστὶ νἐπιτιμᾶν ἄλλοις, ἑαυτὸν δὲ ἀνεπιτίμητον παρασχεῖν. εἰ δέ σοι ταύτης μέτεστι τῆς μερίδος, ἐπίδειξον ἡμῖν. ἆρ’ ὅτε νέος ἦσθα, καλὰς ἔδωκας ὑπὲρ σαυτοῦ τοῖς πρεσβυτέροις ὁμιλίας; ἀλλ’ ἐγὼ κατὰ τὴν Εὐριπίδειον Ἤλεκτραν τὰς τοιαύτας σιγῶ τύχας. ἐπεὶ δὲ ἀνὴρ γέγονας καὶ στρατοπέδῳ παρέβαλες, ἔπραξας πῶς πρὸς τοῦ Διός; ὑπὲρ τῆς ἀληθείας φὴς προσκρούσας ἀπηλλάχθαι. ἐκ τίνων τοῦτο ἔχων δεῖξαι, ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων, ὑφ’ ὧνπερ καὶ αὐτὸς ἀπηλάθης, ἐκτοπισθέντων; οὐ τοῦτό ἐστιν, ὦ συνετώτατε Διονύσιε, σπουδαίου καὶ σώφρονος ἀνδρός, ἀπεχθανόμενον ἀπελθεῖν τοῖς κρατοῦσιν. ἦσθα δὲ ἂν βελτίων, εἰ τοὺς ἀνθρώπους ἐκ τῆς πρὸς σεαυτὸν συνουσίας ἀπέφηνας ἡμῖν μετριωτέρους. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σέ, μὰ τοὺς θεούς, οὐδὲ κατὰ μυρίους ἄλλους, ὅσοι ζηλοῦσι τὸν σὸν τρόπον· πέτραι γὰρ πέτραις καὶ λίθοι λίθοις προσαραττόμενοι οὐκ ὠφελοῦσι μὲν ἀλλήλους, ὁ δ’ ἰσχυρότερος τὸν ἥττονα εὐχερῶς συντρίβει.Ἆρα μὴ Λακωνικῶς ταῦτα καὶ συντόμως λέγω; ἀλλ’ ἐγὼ μέν οἶμαι λαλίστερος διὰ σὲ καὶ τῶν Ἀττικῶν ἀποπεφάνθαι τεττίγων. ὑπὲρ δὲ ὧν εἰς ἐμὲ πεπαρῴνηκας, ἐπιθήσω σοι δίκην τὴν πρέπουσαν, ἐθελόντων θεῶν καὶ τῆς δεσποίνης Ἀδραστείας. τίς οὖν ἡ δίκη καὶ τί μάλιστα τὸ δυνάμενόν σου τὴν γλῶτταν καὶ τὴν διάνοιαν ὀδυνῆσαι; ὡς ἐλάχιστα πειράσομαι διά τε τῶν λόγων καὶ διὰ τῶν ἔργων ἐξαμαρτὼν μὴ παρασχέσθαι σου τῇ κακηγόρῳ γλώττῃ πολλὴν φλυαρίαν. καίτοι με οὐ λέληθεν, ὅτι καὶ τῆς Ἀφροδίτης φασὶν ὑπὸ τοῦ Μώμου ἐσκῶφθαι τὸ σάνδαλον. ἀλλ’ ὁρᾷς ὅτι πολλὰ καὶ ὁ Μῶμος ἐρρήγνυτο, καὶ μόλις ἐλαμβάνετο τοῦ σανδάλου. εἴη δὲ καὶ σὲ περὶ ταῦτα τριβόμενον καταγηρᾶσαι καὶ τοῦ Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουσιώτερον καὶ τοῦ Σαρδαναπάλου τρυφηλότερον, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοῦ πληρωθῇ Δὶς παῖδες οἱ γέροντες.Ἀλλ’ ὁ θεσπέσιος Ἀλέξανδρος ἐκ τίνων ἐφάνη σοι τηλικοῦτος; ἆρ’ ὅτι μιμητὴς αὐτοῦ γενόμενος ἐζήλωσας ὅσα ἐκείνῳ τὸ μειράκιον ὁ Ἑρμόλαος ὠνείδισεν; ἢ τοῦτο μὲν οὐδεὶς οὕτως ἐστὶν ἀνόητος ὡς ὑπονοῆσαι περὶ σοῦ· τοὐναντίον δὲ καὶ ὅπερ ἀπωδύρετο παθὼν Ἑρμόλαος, καὶ διόπερ διενοεῖτο τὸν Ἀλέξανδρον, ὥς φασιν, ἀποκτεῖναι, τοῦτο δὲ οὐδεὶς ὅστις πεπεισμένος οὐκ ἔστι περὶ σοῦ; πολλῶν δὲ ἐγὼ νὴ τοὺς θεοὺς καὶ σφόδρα σε φαμένων φιλεῖν ἀκήκοα πολλὰ ὑπὲρ ταύτης ἀπολογουμένων τῆς ἁμαρτίας, ἤδη δέ τινος καὶ ἀπιστοῦντος. ἀλλ’ οὗτός ἐστιν ἡ μία χελιδών, οὐ ποιεῖ τὸ ἔαρ. ἀλλ’ ἴσως ἐκεῖθεν Ἀλέξανδρος ὤφθη σοι μέγας, ὅτι Καλλισθένη μὲν ἀπέκτεινε πικρῶς, Κλεῖτος δὲ αὐτοῦ τῆς παροινίας ἔργον ἐγένετο, Φιλώτας τε καὶ Παρμενίων καὶ τὸ Παρμενίωνος παιδίον. ἐπεὶ τὰ περὶ τὸν Ἕκτορα τὸν ἐν Αἰγύπτῳ τοῦ Νείλου ταῖς δίναις ἢ ταῖς Εὐφράτου· λέγεται γὰρ ἑκάτερον· ἐναποπνιγέντα καὶ τὰς ἄλλας αὐτοῦ παιδιὰς σιωπῶ, μὴ βλασφημεῖν ἄνδρα δόξω τὸ κατωρθωμένον μὲν οὐδαμῶς ἔχοντα, κράτιστον μέντοι τὰ πολεμικὰ στρατηγόν. ὧν σὺ κατὰ τὴν προαίρεσιν καὶ κατὰ τὴν ἀνδρείαν ἔλαττον μετέχεις ἢ τριχῶν ἰχθύες. ἄκουε δὴ τῆς παραινέσεως μὴ λίαν ὀργίλως, οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, τὸ δὲ ἑξῆς οὐ παραγράφω σοι, αἰσχύνομαι γὰρ νὴ τοὺς θεούς. ἀξιῶ μέντοι σε προσυπακούειν αὐτό· καὶ γὰρ εὔλογον ἕπεσθαι τοῖς ἔργοις τοὺς λόγους, ἀλλὰ μὴ φεύγειν τὰ ῥήματα τὸν μηδαμῶς διαπεφευγότα τὰ ἔργα.Ἀλλ’ ὁ τὴν Μαγνεντίου καὶ Κώνσταντος ὁσίαν αἰσχυνόμενος, ἀνθ’ ὅτου τοῖς ζῶσι πολεμεῖς καὶ τοῖς ὁπωσοῦν βελτίστοις λοιδορῇ; πότερον ὅτι μᾶλλον ἐκεῖνοι δύνανται τῶν ζώντων ἀμύνεσθαι τοὺς λυποῦντας; ἀλλὰ σοὶ τοῦτο οὐ προσήκει λεγειν· εἶ γάρ, ὡς γράφεις, θαρραλεώτατος. ἀλλ’ εἰ μὴ τοῦτο, τυχὸν ἕτερον· ὡς γὰρ οὐκ αἰσθανομένους ἐπισκώπτειν ἴσως οὐ βούλει. τῶν ζώντων δὲ ἆρά τις οὕτως εὐήθης ἐστὶν ἢ μικρόψυχος, ὃς ἀξιώσειεν ἂν αὑτοῦ παρὰ σοὶ λόγον εἶναί τινα, καὶ οὐ βουλήσεται μάλιστα μὲν ἀγνοεῖσθαι παρὰ σοῦ παντάπασιν, εἰ δ’ ἀδύνατον εἴη, λοιδορεῖσθαι παρὰ σοῦ μᾶλλον, καθάπερ ἐγὼ νῦν, ἢ τιμᾶσθαι; μήποτε οὕτω κακῶς φρονήσαιμι, μήποτε τῶν παρὰ σοῦ μᾶλλον ἐπαίνων ἢ ψόγων ἀντιποιησαίμην.Ἀλλ’ αὐτὸ τοῦτο τὸ γράφειν πρὸς σε δακνομένου τυχὸν ἴσως ἐστίν; οὐ μὰ τοὺς θεοὺς τοὺς σωτῆρας, ἀλλ’ ἐπικόπτοντος τὴν ἄγαν αὐθάδειαν καὶ τὴν θρασύτητα καὶ τὴν ἀκολασίαν τὴν τῆς γλώττης καὶ τὸ τῆς ψυχῆς ἄγριον καὶ τὸ μαινόμενον τῶν φρενῶν καὶ τὸ παρακεκινηκὸς ἐν πᾶσιν. ἐξῆν γοῦν, εἴπερ ἐδεδήγμην, ἔργοις ἀλλὰ μὴ λόγοις σε σφόδρα νομίμως κολάσαι. πολίτης γὰρ ὢν καὶ τῆς γερουσίας μετέχων αὐτοκράτορος ἐπίταγμα παρῃτήσω· τοῦτο δὲ οὐκ ἐξῆν δήπουθεν τῷ μὴ μεγάλην ἀνάγκην προϊσχομένῳ. οὔκουν ἐξήρκει μοι ὑπὲρ τούτου ζημιῶσαί σε παντοίαν ζημίαν, ἀλλ’ ᾠήθην δεῖν γράψαι πρός σε πρῶτον, νομίζων ἰάσιμον ἐπιστολίῳ βραχεῖ. ὡς δέ ς̓ ἐμμένοντα τοῖς αὐτοῖς, μᾶλλον δὲ τὸ λεληθὸς τέως τῆς μανίας ἐφώρασα, μή τι καὶ νομισθείης ἀνήρ, οὐκ ἀνὴρ ὤν, καὶ παρρησίας μεστός, ἐμβροντησίας ὢν πλήρης, καὶ παιδείας μετεσχηκώς, οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι. τὸ γὰρ φροῦδον οὐδεὶς εἶπε τῶν ἀρχαίων ἐπὶ τοῦ προφανοῦς, ὥσπερ σὺ νῦν, ἐπεὶ τὰς ἄλλας σου τῆς ἐπιστολῆς ἁμαρτίας οὐδεὶς ἂν ἐπεξελθεῖν ἐν μακρῷ βιβλίῳ δυνηθείη καὶ τὸ μαστροπὸν ἐκεῖνο καὶ βδελυρὸν ἦθος, ὑφ’ οὗ σεαυτὸν προαγωγεύεις. οὐ γὰρ τοὺς ἐξ ἑτοίμου φὴς ἥκοντας οὐδὲ τοὺς ἐφεδρεύοντας ταῖς ἀρχαῖς, ἀλλὰ τοὺς βεβαίᾳ κρίσει χρωμένους καὶ κατὰ τοῦτο τὸ δέον αἱρουμένους τούτους δεῖν, ἀλλ’ οὐ τοὺς ἑτοίμως ὑπακούοντας, αἱρεῖσθαι. καλάς γε ἡμῖν ἐλπίδας ὑποφαίνεις οὐδὲν δεομένοις ὡς ὑπείξων, ἢν αὖθίς σε καλῶμεν ἐπὶ κοινωνίαν πραγμάτων. ἐμοὶ δὲ τοσοῦτον μέρος τούτου περίεστιν, ὥστε σε, τῶν ἄλλων εἰσιεμένων, οὐδὲ προσείρηκα πώποτε. καίτοι γε πρὸς πολλοὺς ἔγωγε τοῦτο ἐποίησα γνωρίμων τε καὶ ἀγνοουμένων ἐμοὶ κατὰ τὴν θεοφιλῆ Ῥώμην διατρίβοντας. οὕτω σου τῆς φιλίας ἀντεποιούμην, οὕτω σε σπουδῆς ἄξιον ᾠόμην. εἰκὸς οὖν ὅτι καὶ τὰ μέλλοντα πρός σε τοιαῦτα ἔσται.