Ἀμείνων ἦσθα σιωπῶν πρότερον ἢ νῦν ἀπολογούμενος· οὐδὲ γὰρ ἐλοιδοροῦ τότε, καίτοι διανοούμενος ἴσως αὐτό· νυνὶ δὲ ὥσπερ ὠδίνων τὴν καθ’ ἡμῶν λοιδορίαν ἀθρόαν ἐξέχεας. ἢ γὰρ οὐ χρή με καὶ λοιδορίαν αὐτὸ καὶ βλασφημίαν νομίζειν, ὅτι με τοῖς σεαυτοῦ φίλοις ὑπελάμβανες εἶναι προσόμοιον, ὧν ἑκατέρῳ δέδωκας σεαυτὸν ἄκλητον, μᾶλλον δὲ τῷ μὲν ἄκλητον, τῷ προτέρῳ, τῷ δευτέρῳ δὲ ἐνδειξαμένῳ μόνον, ὅτι σε συνεργὸν ἐθέλει προσλαβεῖν, ὑπήκουσας. ἀλλ’ εἰ μὲν ἐγὼ προσόμοιός εἰμι Κώνσταντι καὶ Μαγνεντίῳ, τὸ πρᾶγμα αὐτό, φασί, δείξει· σὺ δ’ ὅτι κατὰ τὸν κωμικὸν σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι, πρόδηλόν ἐστιν ἐξ ὧν ἐπέστειλας. ἡ γὰρ ἀφοβία καὶ τὸ μέγα θάρσος καὶ τὸ εἴθε με γνοίης ὅσος καὶ οἷός εἰμι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, βαβαί, πηλίκου κτύπου καὶ κόμπου ῥημάτων ἐστίν. ἀλλὰ καὶ πρὸς τῶν Χαρίτων καὶ τῆς Ἀφροδίτης, εἰ τολμηρὸς οὕτως εἶ καὶ γενναῖος, τί καὶ τρίτον ηὐλαβήθης, ἂν δέῃ, προσκρούειν; οἱ γὰρ τοῖς κρατοῦσιν ἀπεχθανόμενοι, τὸ μὲν κουφότατον καί, ὡς ἂν εἴποι τις, ἥδιστον τῷ γε νοῦν ἔχοντι, τοῦ πράγματα ἔχειν ταχέως ἀπαλλάττονται, μικρὰ δὲ εἰ χρὴ προσζημιωθῆναι, περὶ τὰ χρήματα πταίουσι· τὸ δὲ κεφάλαιόν ἐστι τῆς ὀργῆς καὶ τὸ παθεῖν, φασί, τὰ ἀνήκεστα, τὸ ζῆν προέσθαι. τούτων δὴ πάντων ὑπερορῶν, ὅτι καὶ τὸν ἰδίως ἄνδρα ἐπέγνωκας· καὶ τὸν κοινῶς καὶ γενικῶς ἄνθρωπον ὑφ’ ἡμῶν τῶν ὀψιμαθῶν ἀγνοούμενον, ἀνθ’ ὅτου, πρὸς τῶν θεῶν, εὐλαβεῖσθαι ἔφης, μὴ τρίτον προσκρούσῃς; οὐ γὰρ δὴ πονηρὸν ἐκ χρηστοῦ σε ποιήσω χαλεπήνας ἐγώ· ζηλωτὸς γὰρ ἂν ἦν ἐν δίκῃ τοῦτο δυνάμενος· ἦ γάρ, ὥς φησι Πλάτων, καὶ τοὐναντίον οἷός τε ἦν ἄν. ἀδεσπότου δὲ τῆς ἀρετῆς οὔσης ἐχρῆν ὑπολογίζεσθαι μηδὲν τῶν τοιούτων. ἀλλ’ οἴει μέγα τὸ πάντας μὲν βλασφημεῖν, πᾶσι δὲ ἁπλῶς λοιδορεῖσθαι, καὶ τὸ τῆς εἰρήνης τέμενος ἀποφαίνειν ἐργαστήριον πολέμου.ἢ τοῦτο νομίζεις ὑπὲρ τῶν παλαιῶν ἁμαρτημάτων ἀπολογεῖσθαι πρὸς ἅπαντας, καὶ τῆς πάλαι ποτὲ μαλακίας παραπέτασμα τὴν νῦν ἀνδρείαν εἶναί σοι; τὸν μῦθον ἀκήκοας τὸν Βαβρίου Γαλῆ ποτ’ ἀνδρὸς εὐπρεποῦς ἐρασθεῖσα. τὰ δὲ ἄλλα ἐκ τοῦ βιβλίου μάνθανε. πολλὰ εἰπὼν οὐδένα ἂν πείσειας ἀνθρώπων, ὡς οὐ γέγονας ὅπερ οὖν γέγονας καὶ οἷον πολλοὶ πάλαι σε ἠπίσταντο. τὴν νῦν δὲ ἀμαθίαν καὶ τὸ θάρσος οὐχ ἡ φιλοσοφία μὰ τοὺς θεοὺς ἐνεποίησέ σοι, τοὐναντίον δὲ ἡ διπλῆ κατὰ Πλάτωνα ἄγνοια. κινδυνεύων γὰρ εἰδέναι μηδέν, ὡς οὐδὲ ἡμεῖς, οἴει δὴ πάντων εἶναι σοφώτατος, οὐ τῶν νῦν ὄντων μόνον, ἀλλὰ καὶ τῶν γεγονότων, ἴσως δὲ καὶ τῶν ἐσομένων. οὕτω σοι πρὸς ὑπερβολὴν ἀμαθίας τὰ τῆς οἰήσεως ἐπιδέδωκεν.Ἀλλὰ σοῦ μὲν ἕνεκα καὶ ταῦτα τῶν ἱκανῶν εἴρηταί μοι πλείω, δεῖ δὲ ἴσως ἀπολογήσασθαι διὰ σὲ καὶ τοῖς ἄλλοις, ὅτι προχείρως ἐπὶ κοινωνίαν σε παρεκάλεσα πραγμάτων. τοῦτ’ οὐ πρῶτος οὐδὲ μόνος ἔπαθον, ὦ Διονύσιε. ἐξηπάτησε καὶ Πλάτωνα τὸν μέγαν ὁ σὸς ὁμώνυμος, ἀλλὰ καὶ ὁ Ἀθηναῖος Κάλλιπος· εἰδέναι μὲν γὰρ αὐτόν φησι πονηρὸν ὄντα, τηλικαύτην δὲ ἐν αὐτῷ τὸ μέγεθος κακίαν οὐδ’ ἂν ἐλπίσαι πώποτε. καὶ τί χρὴ λέγειν ὑπὲρ τούτων, ὅπου καὶ τῶν Ἀσκληπιαδῶν ὁ ἄριστος Ἱπποκράτης ἔφη· Ἔσφηλαν δέ μου τὴν γνώμην αἱ ἐν τῇ κεφαλῇ ῥαφαί; εἶτ’ ἐκεῖνοι μὲν ὑπὲρ ὧν ᾔδεσαν ἐξηπατῶντο, καὶ τὸ τεχνικὸν ἐλάνθανε τὸν ἰατρὸν θεώρημα, θαυμαστὸν δέ, εἴπερ Ἰουλιανὸς ἀκούσας ἐξαίφνης ἀνδρίζεσθαι τὸν Νεῖλον Διονύσιον ἐξηπατήθη; ἀκούεις ἐκεῖνον τὸν Ἠλεῖον Φαίδωνα, καὶ τὴν ἱστορίαν ἐπίστασαι· εἰ δὲ ἀγνοεῖς, ἐπιμελέστερον πολυπραγμόνησον, ἐγὼ δ’ οὖν ἐρῶ τοῦτο. ἐκεῖνος ἐνόμιζεν οὐδὲν ἀνίατον εἶναι τῇ φιλοσοφίᾳ, πάντας δὲ ἐκ πάντων ὑπ’ αὐτῆς καθαίρεσθαι βίων, ἐπιτηδευμάτων, ἐπιθυμιῶν, πάντων ἁπαξαπλῶς τῶν τοιούτων. εἰ γὰρ τοῖς εὖ πεφυκόσι καὶ καλῶς τεθραμμένοις ἐπήρκει μόνον, οὐδὲν ἂν ἦν θαυμαστὸν τὸ κατ’ αὐτήν· εἰ δὲ καὶ τοὺς οὕτω διακειμένους ἀνάγει πρὸς τὸ φῶς, δοκεῖ μοι διαφερόντως εἶναι θαυμάσιον. ἐκ τούτων ἡ περὶ σέ μοι κατ’ ὀλίγον γνώμη, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἔρρεπεν ἐπὶ τὸ βέλτιον. οὔτοι γοῦν οὔτε ἐν πρώτοις οὔτε ἐν δευτέροις τῶν κρατίστων ἐθέμην ἀνδρῶν τὸ κατὰ σέ. ἐπίστασαι ἴσως αὐτός· εἰ δὲ ἀγνοεῖς, τοῦ καλοῦ Συμμάχου πυνθάνου. πέπεισμαι γάρ, ἐκεῖνος ὅτι οὔποτ’ ἂν ἑκὼν εἶναι ψεύσαιτο, τὰ πάντα ἀληθίζεσθαι πεφυκώς.εἰ δὲ ἀγανακτεῖς, ὅτι μὴ πάντων σε προυτιμήσαμεν, ἐγὼ μὲν ἐμαυτῷ, ὅτι σε καὶ ἐν ἐσχάτοις ἔταξα, μέμφομαι, καὶ χάριν οἶδα τοῖς θεοῖς πᾶσί τε καὶ πάσαις, οἳ κοινωνῆσαί σε πραγμάτων καὶ φίλους ἡμᾶς γενέσθαι διεκώλυσαν καὶ γὰρ εἰ πολλὰ περὶ τῆς φήμης οἱ ποιηταί φασιν ὡς ἔστι θεός, ἔστω δέ, εἰ βούλει, δαιμόνιόν γε τὸ τῆς φήμης, οὐ πάνυ τι προσεκτέον αὐτῇ, διότι πέφυκε τὸ δαιμόνιον οὐ πάντα καθαρὸν οὐδὲ ἀγαθὸν τελείως ὡς τὸ τῶν θεῶν εἶναι γένος, ἀλλ’ ἐπικοινωνεῖ πως καὶ πρὸς θάτερον. εἰ δὲ ὑπὲρ τῶν ἄλλων δαιμόνων οὐ θέμις τοῦτο φάναι, περὶ τῆς φήμης οἶδ’ ὅτι λέγων ὡς πολλὰ μὲν ψευδῶς, πολλὰ δὲ ἀληθῶς ἀγγέλλει, οὔποτ’ ἂν αὐτὸς ἁλοίην ψευδομαρτυριῶν.