ἐμοὶ γὰρ οὐκ ἀπόχρῃ τὸ σῶμα εἶναι τοιοῦτο, πρὸς δὲ καὶ δίαιτα παγχάλεπος ἐπιτηδεύεται. εἴργω τῶν θεάτρων ἐμαυτὸν ὑπ’ ἀβελτηρίας, οὐδ’ εἴσω τῆς αὐλῆς παραδέχομαι τὴν θυμέλην ἔξω τῆς νουμηνίας τοῦ ἔτους ὑπ’ ἀναισθησίας, ὥσπερ τινὰ φόρον ἢ δασμὸν εἰσφέρων καὶ ἀποδιδοὺς ἄγροικος ὀλίγα ἔχων οὐκ ἐπιεικεῖ δεσπότῃ. καὶ τότε δὲ εἰσελθὼν τοῖς ἀφοσιουμένοις ἔοικα. κέκτημαι δὲ οὐδένα, καὶ ταῦτα βασιλεὺς ἀκούων μέγας, ὃς καθάπερ ὕπαρχος ἢ στρατηγὸς διὰ πάσης τῆς οἰκουμένης ἄρξει τῶν μίμων καὶ τῶν ἡνιόχων· ὅπερ ὑμεῖς ὁρῶντες ὀλίγῳ πρότερον ἀναμιμνήσκεσθε νῦν ἥβης ἐκείνης νοῦ τ’ ἐκείνου καὶ φρενῶν.