ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων, ὁ δὲ στολῇ τε καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον, Τίς οὗτος ὁ λευκολόφας, Πρόπαρ ὃς ἡγεῖται στρατοῦ; ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον, Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη· τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι.